Unit 16 rem early
Rem early: Unit 16; lemma and argument toward the thesis.
Greek
158 ἔπραττον, μετὰ τοῦ ἀνθρώπου συ[ν]απόλλυνται, δι[' ὃν κ]αὶ γεγόνασιν πρὸς τ̣ο`̣ αὐτοῦ χρείας ἐκτ̣ε̣λεῖν, ζωπύρου κ[ατα]λιμπανομένου μ[ε]τ̣α`̣ τοῦ Ν]ῶε καὶ ἀπ̣' α̣ὐτῶν. Ἀκολούθω[ς δὲ] καὶ διαφθείροντ̣α̣ι̣ ἄ[νθρωπο]ι, κακίας πλ̣ε̣ο̣νασάσης ἐπὶ γῆ[ς, ὅτι] μετὰ τοῦ κακοῦ [τ]ῷ δια- νοεῖσθαι ἡμάρτανον, οὐ παρέ[ργως] ἀλλ' "6ἐπιμελῶ[ς"6 τ]α̣ι῀̣ς̣ ἁμαρτίαις χρω´̣μενοι. Ἐπιμελῶς [ἐξ]ετάσωμεν τὸ ε[ἰρη]θὲν ἄνωθεν ἀρ̣ξ̣α´̣μενοι· "6Ἰδών"6 φ[ησιν] "6Κύριος ὁ Θεὸς ὅτι ἐπλ[η]θ̣υ´̣ν̣θησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ [τῆς γῆ]ς."6 Ἄρα γὰρ πρότερ̣ο̣ν̣ οὐχ ἑώρα αὐτῶν τὰς κακίας; Ἀλ[λὰ δῆλο]ν ὅτι νῦν ἐπὶ ἐκ̣δ̣ι̣κ̣η´̣σει τεθέαται. Ὅτε γὰρ οὐ βούλ[εται κόλ]ασιν ἐπιπέμψαι τ̣ο̣ι῀̣ς̣ ἁμαρτάνουσιν, λέγεται μὴ ὁρ[ᾶν αὐτού]ς, ἔστιν δ' ὅτε κο̣ι̣μᾶσθαι, ἄλλοις δὲ γρηγορένα[ι. Λέγεται] γοῦν ὑπό τι̣ν̣ος· "6᾿Ε̣γ̣ρ̣η̣γορήθη ἐπὶ τὰ ἀσεβήματά μο[υ"6, ἐπὶ δὲ π]ο̣λλὰ ἀσεβήμ̣ατ̣α̣ τ̣α`̣ς̣ μακροθυμίας Θεοῦ πειραθείς, [παρελθόν]των τῶν ἐπιπο´̣[νω]ν φησίν· "6Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβή[ματά] μου"6. Καὶ ἄλλος δέ τις εἶπεν ἅγιος· "6Ἐξηγέρθη ὡς ὁ ὑπνῶ[ν Κύριος], ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου"6· πολὺ γὰρ μ[ακρο- θ]υμήσας ἐπάγει ὑπερ̣βαλλόντως καὶ ἀθρόως τὰς κο[λάσει]ς τοῖς οὕτω δεομένοις, ὅπερ διὰ τὸ ἀθρόον καὶ πλῆθ[ος ἐξ]έγερσις καὶ κραιπάλη̣ ἐξ οἴνου λέγεται. Ἰατροῦ γὰρ ἀγαθο[ῦ τυγ]χάνει τὸ καιρίως̣ κεχρῆσθαι τοῖς πάθεσιν, ὅπερ διὰ τ[οῦ "6Ἰδ]ὼν δὲ Κύριος ὁ Θεὸς"6 δ[η]λοῦται. Εἰ δὲ πρόσκειται τὸ "6πᾶς τις [διανο]εῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπὶ τὰ πονηρά"6 καίτοι τοῦ Νῶε [οὐχ ο]ὕτως ἔχοντος, οὐ δεῖ ξενίζεσθαι· πρὸς γὰρ τὸ ὡς ἐπὶ [τὸ π]λεῖστον οὕτως εἴρηται, καθὰ καὶ τὸ "6πᾶς ἀδελφὸς πτέρ[νῃ π]τερνιεῖ καὶ πᾶς φίλος δολίως πορεύσεται"6· 159 δυνατὸν δὲ δ[ή, ἐ]πεὶ ὁ Νῶε οὐ κα̣θόλου̣ ἀ´̣ν̣θ̣ρ̣ω̣π̣ο̣[ς ἦν – ἀ]ναβεβήκει γὰρ [τὴν] ἀνθρώπων κατάστασιν–, τοῦτο εἰρῆσ̣[θαι ὡς] μὴ ὑποκειμέν[ου αὐ]τοῦ τῷ τῶν ἀνθρώπων καθόλου, θεοῦ [τυγχ]άνοντος καθὸ [εἴρητ]αι· "6Ἐκείνους θεοὺς εἶπεν πρὸς οὓς [ὁ λόγο]ς τοῦ Θεοῦ ἐγέ[νετο]"6. Τούτῳ ὅμοιον καὶ τὸ "6ἐγὼ εἶπα [ἐν] τῇ ἐκστάσει μ[ου· π]ᾶς ἄνθρωπος ψεύστης"6· θεὸς γὰρ ἦν, ὡς ἀ[ποδ]εδώκαμεν, ὁ τ[αῦτα] λέγων. Εἰ γὰρ μὴ οὕτως εἶχεν και`̣ [ἄνθρωπο]ς ψεύστης ἦν [·· οὐ]κέτι ἀληθὲς τὸ "6πᾶς ἄνθρωπος ψ[εύστη]ς"6· ἀλλ' ἀληθεύ[ει μὲ]ν καὶ οὐκ ἔστιν αὐτὸς ἄνθρωπος ο῾̣ ὑ[περ]βὰς δι' ἀρετὴν [ἀνθρώπου] ὀνομασίαν 65 καθὸ εἴρηται· "6῞Ο̣π̣[ου γὰ]ρ ἔρις καὶ ζῆλ[ος, οὐχὶ ἄ]νθρωποί ἐστε, ὡς καὶ οὗτοι περι[πατεῖ]τε;"6 Οὐ γὰρ ὡς ἔ[τυχεν ἐπ]ράττετο παρὰ αὐτῶν η῾̣ κ̣[ακία] ἀλλ' "6ἐπιμελῶ[ς"6 καὶ βεβο]υλευμένως· τοῦτο γὰρ δηλ[οῖ τὸ "6ἐ]ν τῇ καρδίᾳ"6. [Ὡσαύτως] τὸ "6ἐκ νεότητος"6 διττῶς ἂ[ν νοη]θείη, ἤτοι ἐκ μ[ικρᾶς] ἡλικίας εἰς κακίαν ἀλειφόμ̣[ενοι], ἢ ὅτι οὐδεὶς τ[ῶν κατὰ] τὸν διαγραφέντα ἄνθρωπον π[ρεσβύ]της ἐστί, κἂν τὴ[ν φύσι]ν οὕτως ὑπάρχῃ, τὰ νεω[τεροπο]ιὰ καὶ ἐπιπόλαι[α προ]ταττόμενος· "6Γῆρας γὰρ τίμ[ιον οὐ] τὸ πολυχρόνιον [οὐδὲ ἀ]ριθμῷ ἐτῶν μεμέτρηται· π̣[ολιὰ] γάρ ἐστιν φρόν[ησις ἀ]νθρώ- ποις καὶ γῆρας βίος ἀκηλίδωτ̣[ος"6. Οὐ]κ ἀνοικείως δὲ [καὶ τὸ "6ἁ]μαρτίας νεότητος καὶ τὰς [ἀγνοία]ς μου μὴ μνησθ[ῇς"6 ἑρ]μηνεύσεις λέγων ὅτι ὅσα [πονηρ]ῷ ἤθει ἔπραξα [μὴ μ]νησθῇς. Τούτων οὕτως εἰ[ρημέν]ων ἄξιον θεωρῆσ[αι τί δ]ηλοῦται ἐκ τοῦ "6ἐνεθυμήθη [ὁ Θεὸς ὅ]τι ἐποίησεν τὸν [ἄνθρωπον] ἐπὶ τῆς γῆς καὶ διενοήθη"6 καὶ "6ἐ[θυμώθ]η̣ν ὅτι ἐποίησα α[ὐτούς]"6, ὅπερ ἰσοδυναμεῖ τῷ "6μετε[μελήθ]ην ὅτι ἔχρισα τὸ[ν Σαο]ὺλ εἰς βασιλέα"6. Λεκτέον [δὲ ὅτ]ι̣ ἀνθρωπο- 160 πα[θῶς πε]ρὶ Θεοῦ λέγεται καὶ οὐχ οὕτως ὡς αἱ λέξεις καὶ ἡ νόησις ἔχε[ι. Ἐ]ὰν γὰρ περὶ χειρω̣[ν] καὶ ποδῶν καὶ ὀφθαλμῶν καὶ [ὤτω]ν ἐν τῇ γραφῇ μ[ετα]φέρηται, οὐ δεῖ οἴεσθαι ἀνθρ[ωπ]ίνως ἐσχημα[τῖσθαι] τὸν Θεόν, ἀλλὰ δῆλον ὡς δυν[άμε]ις αὐτοῦ δραστι̣κ̣α`̣ς̣ τὰς χεῖρας καὶ τὸ ἀναπόδρασ[τον ὀ]φθαλμοὺς καὶ οὑ´̣τ̣ω̣ς̣ ἕκαστον ὡς περὶ δυνάμεως [ἐκλη]μψόμεθα Θεοῦ ··· ··· · εἰ καὶ καθ' ἑτέραν διάνοιαν το[ὺς ἐν τ]ῇ ἐκκλησίᾳ διο[ρατικοὺς] ὀφθαλμοὺς αὐτοῦ καὶ τοὺς πρα[κτικοὺ]ς χεῖρας καὶ τα`̣ λ̣ο̣ι̣π̣α`̣ ὁμοίως. Καὶ γὰρ τῷ ὄντι ἐπὶ μ[ὲν τῶν] αἰσθητῶν ἕκασ[τον τῶν] ὀνομαζομένων οἷον ξύλον μ[όνον] τι σημαίνει, ἐπὶ δ[ὲ τοῦ] Θεοῦ πλειόνων ὀνομάτων λεγο[μένων], ἃ νοεῖσθαι προίσ[τησι] λόγῳ τὰ διάφορα περὶ αὐτοῦ· [οὕτω]ς γὰρ ὁ Θεὸς καὶ πν[εῦμα καὶ πη]γὴ καλεῖται καὶ πάλιν χεῖρα[ς καὶ] πόδας ἀνάγετ[αι ἔχειν]· οὐδήπου δέ, εἴπερ αἰσθητόν τ[ι ἔτυ]χον, τοσαῦτα ἦσ̣[αν αὐτοῦ] τὰ ὀνόματα· οὐ γὰρ τὸ φῶς ἢ τὸ [πνεῦμα ἢ ἡ] πηγὴ χεῖρας ἔχο̣[υσιν]. Καὶ ἐπὶ τοῦ
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.