In Genesim Unit 20 opening
Unit 20.
Lemma-led open — 6Μὴ βάλητε τὰ ἅγια τοῖς κυσίν
Greek
κεκλεῖσθαι κατὰ τὸ εἰρημένον· "6Μὴ βάλητε τὰ ἅγια τοῖς κυσίν"6· ὅτε γάρ τις καθηκόντως κλείει ἢ ἀνοίγει, οὗτος μιμητὴς τοῦ Νῶέ ἐστιν. ῃιιι, 7. Καὶ ἀπέστειλε τὸν κόρακα, καὶ τὰ ἑξῆς. Οὐ πάντες οἱ ὑπὸ τὴν ἐκκλησίαν τῆς αὐτῆς ἀγωγῆς ὑπάρχουσιν, ἀλλ' οἱ μὲν περιστεραί, οἱ δὲ κόρακες τυγχά- νουσιν, σύμβολα τυγχάνοντες τρόπων καὶ ἠθῶν. Καὶ περιστερὰ μέν ἐστιν καθαροῦ βίου σημεῖον, αὕτη γὰρ ἐν τοῖς καθαροῖς τέτακται καὶ εἰς θυσίαν ἀναφέρεται, ὁ δὲ κόραξ οὐδέτερον ἔχει. Κατὰ ταύτην τὴν διάνοιαν ἐκλημπτέα ἐστὶν καὶ ἡ κατὰ Ἠλίαν ἱστορία, ὡς κόρακες αὐτὸν ἔθρεψαν· ὅτε γὰρ διδάσκαλος ἀκάθαρτον μεθίστησιν τῆς ἀκαθαρσίας ὡς μεταβα[λ]εῖν αὐτὸν τοῦ τρόπου, τροφὴν ἔχει τὸν ὠφελούμενον. Οὗτος δ' αὐτός, ὁ τοιοῦτός φημι καὶ κατὰ τὸν κόρακα τρόπον ἔχων, κἂν ὑπὸ τὸν δίκαιον δοκεῖ τυγχάνειν, ἐξελθὼν ὡς ἐν ἀγῶνι πρὸς πειρασμὸν οὐχ [ὑ]ποστρέφει. Μὴ θαυμάσῃς δὲ εἰ ὁ δίκαιος ἀποστέλλει τὸν τοιο[ῦτον] εἰς γυμνάσιον, ὅπου γε καὶ θεῖον λόγιόν φησιν· "6Τέκνον, εἰ προσέ[ρχῃ] δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν"6· διόπερ̣ οὐδὲ ὑποστρέφει, ἀβέβαιός τις ὢν καὶ ζάλην ἐνεγκεῖν πειρασμῷ οὐ δεδυνημένος. ῃιιι, 8. Καὶ ἀπέστειλεν τὴν περιστεράν, καὶ τὰ ἑξῆς. Προοίμιον καὶ θεμέλιός ἐστιν τῆς ἀληθοῦς πολιτείας τὸ εἰς πειρασμοὺς πρόθυμον· διὰ τοῦτο καὶ ὁ κατὰ τὴν περιστερὰν πολιτευόμενος ἀποστέλλεται εἰς τὸ 81 στάδιον. 197 Περὶ τῶν σπουδαίων τὸ λόγιον πρὸς αὐτοῖς φησιν· "6Ἐὰν κοιμηθῆτε
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.