In Genesim · §u20-rem-early

Unit 20 rem early

Rem early: Unit 20; lemma and argument toward the thesis.

Greek

ἀνάμεσον τῶν κλήρων, πτέρυγες περι- στερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῶν ἐν χλωρότητι χρυσίου."6 Πρὸς τὴν τοιαύτην ψυχὴν ὁ λόγος φησίν· "6Καλή μου, περιστερά μου."6 ∆ιότι βεβαία τυγχάνουσα ἡ τοιαύτη ψυχή, κἂν ἐν πειρασμοῖς γένηται καὶ ἔξω τῶν ὠφελού<ν>των ἀποστάλῃ, ὑποστρέφει ἀδιά- φορος πρὸς τὸν ὠφελητήν, ὅτε μάλισ̣τα σύνοιδεν οὔπω τέλος εἶναι πειρασμοῦ, ὥστε γῆς ἐπιλαβέσθαι. Καὶ πρέπει γὰρ μὴ εἰς τὰ ἄμετρα ἀντιτείνειν· διόπερ καὶ ὁ δίκαιος ἐκτείνει τὴν χεῖρα ἐπικουρῶν καὶ βοήθειαν ὀρέγων. Τοῦτο δὲ ἀνηγά<γο>μεν διὰ τὸ σαφές. ῃιιι, 12. Καὶ ἐπίσχων ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν αὐτήν. Οἰκείως πάλιν ἐξαποστέλλει τὴν περιστεράν, καὶ ὑπο- στρέφει ἔχουσα ἐλαίας κάρφος ἐν τῷ στόματι. Λόγῳ γὰρ ἅπαντα πράττει ὁ σπουδαῖος· φωτὸς οὖν φυλακτικὰς πράξεις ἤγαγεν πρὸς τὸν δίκαιον, σημεῖον τοῦ μὴ ἐφ' ἑαυτοῦ βάλλεσθαι, ἀλλ' ἢ πρὸς τὸν διδάσκαλον χωρεῖν, "6πρὸς ἑσπέραν"6, πλησίον λοιπὸν τοῦ τέλους. Καὶ τρίτον διαπο- σταλεῖσα οὐκέτι ὑποστρέφει· μετὰ γὰρ τοσαύτας προκοπὰς αὐτάρχης λοιπὸν γεγένηται χωρὶς διδασκάλου εἶναι. Καὶ ἡ μὲν ἀναγωγὴ οὕτως· τὰ δὲ ῥητὰ οὐκ ἄδηλα. ῃιιι, 13. Καὶ ἐγένετο ἐν τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ, καὶ τὰ ἑξῆς. Τοῦ ῥητοῦ σαφοῦς ὄντος, τὰ τῆς διανοίας περιλαλητέον.

About this text

Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.