Tractatus ad Eulogium Unit 2 opening
Unit 2.
Lemma-led open — ἐγκατάλειψις, ἀλλὰ τῶν κρειττόνων ὑπόστασις ἐν ἐλπίδι τῆς ὑπομονῆς, καὶ τῇ ἀγάπῃ τῆς ζωῆς.
Greek
ἐγκατάλειψις, ἀλλὰ τῶν κρειττόνων ὑπόστασις ἐν ἐλπίδι τῆς ὑπομονῆς, καὶ τῇ ἀγάπῃ τῆς ζωῆς. Ὅταν ἀποτάξῃ ταῖς ἔξωθεν ὕλαις ἁπάσαις, πρόσεχε τοὺς ζοφεροὺς λογισμοὺς τὴν πενίαν ἐπονειδίζοντάς σοι, καὶ ἔνδειαν, καὶ εὐτέλειαν, καὶ ἀδοξίαν σοι προσφέροντας, ἵνα τῆς τοιαύτης λαμπρᾶς ἀρετῆς μετάγνωσιν οἱ φόνιοι δολοφρόνως ἐργάσωνται. Ἐὰν οὖν τῇ συνέσει τῆς ἀθλήσεως πρόσχῃς, μᾶλλον ἐκεῖνο εὑρήσεις, ὅτι δι' ὦν σε ὀνειδίζουσι, δι' αὐτῶν ὁ στέφανός σοι πλέκεται· καὶ γὰρ ἀποτασσόμενος, δι' ἐκείνους ἀποτάσσῃ δι' ὧν ἄθλων ὀνειδίζῃ. Μὴ οὖν τῇ πάλῃ τῶν ἐντὸς λογισμῶν ἐνδώσῃς, ὅτι οὐκ ἐν ἀρχῇ τῆς ἀποταγῆς τὸ τέλος εὐφημεῖται, ἀλλ' ἐν τῷ τέλει τῆς ὑπομονῆς αἱ ἀρχαὶ στεφανοῦνται, οὐδὲ ἐν τῇ σωματικῇ 5 γυμνασίᾳ μόνον οἱ ἀγῶνες συγκροτοῦνται, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν πάλῃ τὸ περὶ στεφάνου ζητεῖται. ΚΕΦΑΛ. ΙΒʹ. ∆ίκαζε τοὺς λογισμοὺς ἐν τῷ βήματι τῆς καρδίας, ἵνα τῶν λῃστῶν ἀναιρουμένων, ὁ ἀρχιλῃστὴς φοβηθῇ· καὶ γὰρ ὁ ὢν ἀκριβὴς τῶν λογισμῶν ἐξεταστὴς, ἔστι καὶ ἀληθὴς τῶν ἐντολῶν ἐραστής. Ἐπὰν οὖν λογισμὸς ἐπιστῇ σου τῇ καρδίᾳ δυσεύρετος, τότε ἐπὶ πλεῖον συντόνους πόνους ἐπ' αὐτὸν ἐκπύρωσον· ἢ γὰρ τὴν θέρμην ὡς ἐναντίαν οὐ φέρων ἀποδρᾷ, ἢ ταύτην ὑπομένει ὡς οἰκεῖος ὢν τῆς εὐθείας ὁδοῦ. Ἔστι δ' ὅταν οἱ δαίμονες λογισμὸν δῆθεν καλὸν ὑποβάλλοντες τῇ καρδίᾳ, καὶ παρευθὺ μεταμορφούμενοι ἐναντιοῦσθαι τούτῳ προσποιοῦνται, ἵνα ἐκ τῆς ἐναντιώσεως, νομίσῃς αὐτοὺς καὶ τὰς ἐνθυμήσεις τῆς καρδίας σου εἰδέναι· οὐ μόνον δὲ, ἀλλ' ἴνα δικάζωνται 79.1109 τὴν συνείδησίν σου κρίνειν, ὡς τῇ ἐναντιώσει τοῦ κακοῦ ἡττηθέντος τῷ καλῷ· ἔστι δὲ πάλιν ὅτε τὴν οἰκείαν σκευωρίαν ὑπεμφαίνουσί σοι ἵνα παρὰ σεαυτῷ δόξῃς φρόνιμος εἶναι. Ὅταν λογισμοὶ μεταστήσωσί σε εἰς ὃν ὑπέβαλον ἐρᾷν ἡμᾶς τόπον, τότε μεταμελεῖσθαι πάλιν ποιοῦσιν ἵνα ἀστάτους ἡμᾶς ποιήσωσι πανταχόθεν, καὶ ἀκάρπους. ∆ιὸ μὴ πετάζωμεν ἑαυτοὺς ἀπὸ τόπων εἰς τόπους, ἀλλὰ καμπτώμεθα μᾶλλον εἰς ἡσυχίαν, καὶ κόπους, ὅτι ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας λαμβάνουσιν καθ' ἡμῶν οἱ λογισμοὶ τὴν δύναμιν. Ὁ δὲ εἰδὼς λογισμοῦ πεῖραν ἐν ᾧ τόπῳ ἐκλήθη, ἐν τούτῳ μενέτω παρὰ Θεῷ, ὁ δὲ μὴ εἰδὼς, ἐν ἀγῶνι ἔτι βαδίζει. Ἡ τῶν τόπων μετάθεσις, ἤτω εἰς τὰ πνευματικώτερα, καὶ μὴ εἰς τὰ ἀναπαυστικώτερα· ὑπομονὴ γὰρ, καὶ μακροθυμία, καὶ ἀγάπη, ἐν ταῖς θλίψεσιν εὐχαριστεῖ· ἀκηδία δὲ, καὶ ἐλαφρία, καὶ φιλαυτία, ἐν ταῖς ἀναπαύσεσι χαίρει. Ἀνήσυχος διὰ τῶν περὶ τὰς ὄψεις αἰσθήσεων τὴν ψυχὴν πολεμεῖται, ὁ δὲ φιλήσυχος, τὰς αἰσθήσεις φυλάσσων, τοὺς λογισμοὺς πολεμεῖ. ΚΕΦΑΛ. ΙΓʹ Τῷ οὖν διατάγματι τοῦ νόμου τῶν αἰσθήσεων τὴν τάξιν ὁ ἡγεμών σου συναγαγέτω, ἵνα μὴ βλέμματι, καὶ ἀκοῇ, μάστιγας κακῶν τῇ ψυχῇ σου ταράξῃς· ἐν δυσὶν οὐσίαις ὑπάρχων, ἑκάστῃ διανέμειν τὴν τάξιν φυλάττου, ἵνα ἡ μὲν ἀριστεύῃ, ἡ δὲ μὴ ἀντερῇ, καὶ τῷ τυράννῳ τὰ ἐπιτάγματα μὴ δίδου, ὅτι τῷ πυρὶ τούτου δοθέντος, καὶ τὸν ἔσχατον κοδράτην ἀποδώσεις. Ὅταν τὰ αἴτια τῶν παθῶ ἀντιπολεμῶν τροποῦσαι, μή σε λογισμὸς μεγαλυνέτω πονηρὸς, μή πως πνεύματι πλάνης πιστεύσας, καὶ τῶν φρενῶν ἐκπλαγῇς· ἐπιζήτει δὲ λογιστεύειν τὰς ἐφ' οἷς πονεῖς ὑπερβολὰς, ὅπως τὰ τέλη τῶν κατορθωμάτων διὰ τῶν ἔνδον μὴ κλαπῇς. Τινὲς ἐπὶ κατορθώμασιν εὐφημισθέντες, τῷ χρόνῳ τοὺς πόνους ἠκηδίασαν, καὶ ἡ μὲν εὐφημία διώδευσεν, οἱ δὲ πόνοι ἐλύθησαν. Τινὲς δι' ὄγκον καλῶν σκληρουχούμενοι, μεγάλοι ἐνομίσθησαν καὶ τῆς μὲν ψυχῆς τὸ συνειδὸς ἡλκοῦτο, τῆς δὲ εὐφημίας ἡ νόσος ἐνευρύνετο, οἱ δὲ λογισμοὶ τῶν τραυμάτων τὴν ψυχὴν ἀποπλανῶντες ἐν ταῖς εὐφημίαις τοὺς πόνους ἀπέφερον. Ὁπηνίκα ταῖς παρὰ ἀνθρώπων τιμαῖς οἱ πονικώτατοι πλουτήσουσι, τὸ τηνικαῦτα καὶ τὰς ἀτιμίας οἱ δαίμονες σκευάσαντες ἐπάγουσιν, ἵνα, ἀπὸ τῶν τιμῶν ὄντες, τὰς ἀτιμίας μὴ φέρωσι,
About this text
Evagrius Ponticus, Tractatus ad Eulogium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Tractatus ad Eulogium — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.