Unit 4 rem close
Rem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek
καρδίαν αὐτοῦ νοήσει τοὺς τοῦ θεοῦ λόγους, τούς τε πρακτικοὺς καὶ τοὺς φυσικοὺς καὶ τοὺς θεολογικούς· πᾶσα γὰρ ἡ κατὰ τὴν γραφὴν πραγματεία τέμνεται τριχῶς, εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν· καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ αἱ παροιμίαι, τῇ δὲ δευτέρᾳ ὁ ἐκκλησιαστής, τῇ δὲ τρίτῃ τὰ ἄσματα τῶν ἀσμάτων. Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην, αἰσχυνόμενος πρόσωπον: Οἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς καὶ τούτῳ τιμῶντες τὸν πονηρὸν σπουδαζέτωσαν ὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας· ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τοῦτ' ἔστι τὴν ἀρετήν· αὕτη γὰρ τοῦ μὲν ἑστῶτος ἐν τῇ δικαιοσύνῃ νοῦ ἱμάτιον λέγεται, τοῦ δὲ λοιπὸν πεσόντος διὰ τῶν φαύλων λογισμῶν ὑπόστρωμα καλεῖται. Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου: Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι· καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπ' αὐτῆς τῆς πίστεως· νοητέον· μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας τριάδος· ὁ γὰρ μὴ θεολογῶν τὸ πνεῦμα τὸ ἅγιον διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς δῆμον εἰσάγει θεῶν. Εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ: Οὐ γὰρ πάντες χωροῦσι τὴν μυστικωτέραν διάνοιαν τῆς γραφῆς. 107 Ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς: ∆εῖ τὴν θείαν γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις οὐκ ἔστιν ἀληθής. Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ: Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει καὶ οἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδείπνειν τούτῳ, οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν. Εἰς ὦτα ἄφρονος μηθὲν (edd. μηδὲν) λέγε: Μηθὲν λέγε συνετόν, τοῦτ' ἔστιν βαθὺ καὶ μυστικόν· οὐ δεῖ γὰρ βάλλειν τὰς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς: Κτῆμα ὀρφανῶν ἡ κακία ἐστίν, δι' ἣν ἐστερήθησαν τοῦ ἐν οὐρανοῖς σωτῆρος. Ἀλλ' ἢ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν: Εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καλῶς παραινεῖ διὰ παντὸς τοῦ βίου ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ. Ἐὰν γὰρ 17 τηρήσῃς ταῦτα (edd. αὐτά), ἔσται σοι ἔγγονα (ut cod. Alex.): Τοὺς ὀρθοὺς λογισμοὺς καὶ τὰ πνευματικὰ θεωρήματα ἔγγονα εἶπεν τοῦ νοῦ· διὸ καὶ ἄτεκνός ἐστιν ψυχὴ ἡ μὴ ἔχουσα ταῦτα τὰ ἔγγονα, ἅπερ πέφυκε τίκτεσθαι ἀπὸ τοῦ πνευματικοῦ νυμφίου. Καὶ ῥακώδη ἐνδύσεται πᾶς ὑπνώδης: Οὐκ ἔστιν ἔνδυμα γάμου διερρηγμένον ἱμάτιον καὶ ῥακῶδες. Καὶ μὴ καταφρόνει ὅτι γεγήρακεν ἡ μήτηρ σου: Ἤκουσά τινος τῶν γερόντων τὴν ψυχὴν εἰπόντος μητέρα τοῦ νοῦ· αὕτη γάρ φησιν διὰ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν· ψυχὴν δὲ ἔλεγεν τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ διαιρεῖται εἰς θυμὸν καὶ ἐπιθυμίαν· διὰ γὰρ ἀνδρείας, φησίν, καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν θεοῦ· ἀνδρεία δὲ καὶ σωφροσύνη θυμοῦ καὶ ἐπιθυμίας εἰσὶν ἀρεταί. Μὴ μεθύσκεσθε οἴνῳ: Οἱ οἶνοι οὗτοι ἐκ τῆς Σοδομιτικῆς εἰσὶν ἀμπέλου. 108 Μὴ ὁμιλεῖτε ἀνθρώποις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις: Νοῦς ὁμιλῶν ἐν περιπάτοις ἀξίως περιπατεῖ τῆς κλήσεως ἧς ἐκλήθη. Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου: Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ, ἡ δὲ κατ' ἐνέργειαν ποτηρίῳ. Ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου: Πολλὰ κρούει τὸ ὕπερον καὶ οὐκ ἀνοίγει τὸν τόπον ὃν κρούει. τοῖς δὲ μαθηταῖς ὁ κύριος φησίν· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά: Νοῦς δεξάμενος ἀλλότριον νόημα μελετήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν κληρονομήσει ζωήν. Καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι: Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος. Πότε ὄρθρος ἔσται: Ὄρθρος ψυχῆς ἐστὶν ἐπίγνωσις ἁμαρτίας. Μετὰ κυβερνήσεως γίνεται πόλεμος: Οἱ περὶ τὴν πίστιν ναυαγοῦντες οὐ μετὰ κυβερνήσεως πολεμοῦσιν τοῖς πνεύμασι τοῖς ἀντικειμένοις τῇ θεολογίᾳ. δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστιν γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον καὶ περὶ ἀγάπην καὶ περὶ ἀφιλαργυρίαν, καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας συμβαίνει ναυάγιον. εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντικειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῶν ἐστὶν ὁ βίος ἐπὶ τῆς γῆς. Ἐν πύλαις σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος (edd. add.
About this text
Evagrius Ponticus, Expositio in Proverbia Salomonis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Expositio in Proverbia Salomonis — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.