Unit 3 rem early
Rem early: Unit 3; lemma and argument toward the thesis.
Greek
ἀναπαύσεται Σημειωτέον ὅτι κόλπον ἄντικρυς ἐνταῦθα τὴν ψυχὴν ὀνομάζει· οὐ γὰρ ἄν τις εἴποι τὸ θυμὸν ἐν τῷ αἰσθητῷ ἀναπαύσασθαι κόλπῳ. 59 7, 10 μὴ εἴπῃς· τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότερον ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου Εἰ «φόβος κυρίου προστίθησιν ἡμέρας», ἐφ' ἡμῖν ἐστι τὸ ἀγαθῶν ἢ ἀγαθωτέρων ἀπολαύειν τῶν τῆς ἁγίας γνώσεως ἡμερῶν. Τὸ δὲ νομίζειν τοῖς πρεσβυτέροις κατὰ τὸν χρόνον καὶ τὰ πρωτεῖα τῆς γνώσεως δίδοσθαι οὐ σοφῶν· οὐδὲ γὰρ εἴ τι ἀρχαῖον, τοῦτο καὶ τιμῆς ἄξιον, ἐπειδὴ παλαιὰ μὲν πάντως καὶ ἡ κακία, ἀλλ' οὐχὶ καὶ τιμᾶσθαι διὰ τὸν χρόνον ἀξία, εἴπερ «οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοὶ οὐδ' οἱ γέροντες οἴδασι κρίμα». 60 7, 11 ἀγαθὴ σοφία μετὰ κληροδοσίας, καὶ περισσεία τοῖς θεωροῦσιν τὸν ἥλιον· 7, 12 ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ τοῦ ἀργυρίου, καὶ περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ' αὐτῆσ Ὥσπερ ἔχουσί τι περισσὸν οἱ θεωροῦντες τὸν ἥλιον τῶν τεθεωρηκότων μέν, μηκέτι δὲ θεωρούντων, οὕτω κέκτηνταί τι πλέον οἱ τυχόντες σοφίας καὶ ἐξουσιάσαντες αὐτῆς–τοῦτο γάρ ἐστι τὸ «μετὰ κληροδοσίας»–τῶν λαβόντων καὶ ἐκπεσόντων αὐτῆς δι' οἰκείας παρανομίας. Ὅτι πᾶς ὁ κτησάμενος σοφίαν καὶ ἀπολέσας αὐτὴν πρῶτον μὲν σκιὰν σοφίας καὶ οὐ σοφίαν ἐκτήσατο, ἔπειτα δὲ καὶ ἔοικεν ἀνθρώπῳ σκιὰν ἀργυρίου κατεσχηκότι, ἀργύριον δὲ μὴ κτησαμένῳ· ἡ γὰρ σοφία πέφυκεν οὐ λαμβανομένη, ἀλλὰ συνοῦσα ζωοποιεῖν διὰ τῆς γνώσεως τὸν κεκτημένον αὐτήν. 61 7, 15.2–3 ἔστιν δίκαιος ἀπολλυόμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ Ἀπώλεια λέγεται καὶ ἡ διὰ δοκιμὴν ἐγκατάλειψις, ὡς ἐπὶ τοῦ Ἰώβ· «ἀπωλόμην γάρ, φησί, καὶ ἔξοικος ἐγενόμην.» 62 «Ἐμοῦ δὲ παρὰ μικρόν, φησὶν ὁ
About this text
Evagrius Ponticus, Scholia in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Scholia in Ecclesiasten — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.