Curses and Bonds of Sin
Then the prophet responds to the Lord's words, saying, 'Cursed is the man who does not listen to the words of this covenant.' And I answered, 'Let it be, Lord. What does 'Let it be, Lord' mean? Cursed is the one who does not remain in the words of this covenant.'
The Lord said to me, 'Know these words in the cities of Judah and outside Jerusalem. We read the words of God in the cities of Judah and outside Jerusalem, inviting them to salvation. 'Hear these words and do them,' but they did not. The Lord said to me, 'A bond of sin has been found among men of Judah and those living in Jerusalem.'
Greek
Εἶτα πρὸς τὰ προειρημένα ὑπὸ τοῦ κυρίου ἀποκρίνεται ὁ προ- φήτης, πρὸς τὸ «ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς τῆς διαθήκης ταύτης«, καί φησι· «καὶ ἀπεκρίθην καὶ εἶπα. γένοιτο, κύριε. τί «γένοιτο, κύριε«; ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ τοῖς λόγοις τῆς διαθήκης ταύτης. «καὶ εἶπεν κύριος πρός με· ἀνά- γνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ. καὶ τοῖς ἔξω ἀναγινώσκομεν τοὺς λόγους τοῦ θεοῦ προσκαλούμενοι αὐτοὺς ἐπὶ σωτηρίαν. «ἀκούσατε τοὺς λόγους τῆς ταύτης καὶ ποιήσατε αὐτούς. καὶ οὐκ ἐποίησαν. καὶ εἶπεν κύριος πρός με· εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦ- σιν Ἱερουσαλήμ.
ἡ μέλλομεν μετανοεῖν ἐπὶ τοῖς εἰρημένοις ἁμαρτή- μασι περὶ ἀνδρῶν Ἰούδα, εἰδότες ὅτι ἐσμὲν οἱ ἄνδρες Ἰούδα, Ἰούδα, τὸν Χριστὸν Ἰούδα προφητευθέντα καὶ λεχθέντα; μήποτε γὰρ ἐπεὶ ἐν ἡμῖν εἰσιν ἁμαρτωλοί τινες καὶ παρὰ τὸν ὀρθὸν λόγον πράττοντες, διὰ τοῦτο λέγει ὁ προφήτης· «εὑρέθη σύνδεσμος έν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ.
ὅταν γὰρ εὑρεθῇ ἔν τισιχρηματίζουσιν ἀπὸ τῆς ἐκκλησίας σύνδεσμος ἀδικίας καὶ σύνδεσμος τῶν ἁμαρτημάτων, ὥστ᾿ ἂν ἐφαρμόσαι αὐτοῖς τὸ ἐπὶ τοῦ ἁμαρτωλοῦ τὸ «σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται«, λέγοι ἂν ὁ θεός· «εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα( ἀλλὰ μὴ εὑρεθείη σύνδεσμος ἐν ἡμῖν. πῶς δὲ οὐχ εὑρίσκεται σύνδεσμος ἐν ἡμῖν, εἰ καὶ μέχρι τοῦ δεῦρό ἐστιν σύνδεσμος ἔν τισιν; «λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα. διάθρυπτε πεινῶντι τὸν ἄρτον σου. «Εὑρέθη« οὖν «σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ιερουσαλήμ.
ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον. «ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας. τίνων; οὐ λέγει ἁπλῶς τῶν πατέρων. τίς ἡ προσθήκη; «ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας | τῶν πατέρων αὐτῶν τῶν πρότερον«; ἐλέγομεν ταῦτα λέγεσθαι πρὸς ἡμᾶς καὶ καὶ τοὺς ἐν ἡμῖν ἁμαρτάνοντας. πῶς οὖν οἱ ἐν ἡμῖν ἁμαρτάνοντες ἐπεστράφησαν οὐκ ἐπὶ τὰς ἀδικίας τῶν πατέρων«, ἀλλὰ «τῶν πατέρων αὐτῶν τῶν πρότερον«; μήποτε οὖν διττοί εἰσιν οἱ πατέρες ἡμῶν, καὶ ἔστιν μὲν ἐν ἡμῖν εἶδος πατέρων τὸ χεῖρον· πρὶν πιστεῦσαι γὰρ υἱοὶ ἦμεν φέρ᾿ εἰπεῖν τοῦ διαβόλου, ὡς δείκνυσιν ὁ λόγος ὁ εὐαγγελικὸς λέγων· «ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ«, ὅτε δὲ πεπιστεύκαμεν, γεγόναμεν υἱοὶ θεοῦ.
ἐπὰν οὐν ἁμαρτάνωμεν, ἐπιστρέφομεν ἐπὶ τὰς ἀδικίας οὐχ ἁπαξαπλῶς τῶν πατέρων, ἀλλὰ τῶν πρότερον πατέρων. εἰς δὲ τὸ παραστῆσαι ὅτι διττοὶ ἡμῶν εἰσιν οἱ πατέρες, χρήσομαι ῥητοῖς ἀπὸ τοῦ τεσσαρακοστοῦ τετάρτου Ψαλμοῦ οὕτως ἔχουσιν· «ἄκουσον, θύγατερ, καὶ ἔδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. πατὴρ λέγει· «ἐπιλάθου τοῦ οἴκου τοῦ πατρός σου«· ὡς γὰρ πατὴρ λέγει· ἄκουσον, θύγατερ. οὐκοῦν διττοὶ οἱ πατέρες ἡμῶν εἰσιν. ἀλλὰ «ἐπιλάθου τοῦ οἴκου τοῦ οἴκου] τοῦ πατρός σου« τοῦ προτέρου.
ἐὰν ἐπιλαθόμενός σου τοῦ οἴκου τοῦ προτέρου πάλιν ἐπιστρέψῃς ἐπὶ τὰ ἁμαρτήματα, σὺ πεποίηκας τὰ λεγόμενα ἐνθάδε ἁμαρτήματα. «Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον.
ἔλεγον ὅτι καὶ ὁ διάβολος πρότερον ἦν ἡμῶν πατήρ, πρὶν γένηται ἡμῶν ὁ θεὸς πατήρ, εἴγε καὶ νῦν οὐκ ἔστιν ἡμῶν ὁ διάβολος πατήρ· ὅπερ παραστήσομεν καὶ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς, ἐν ᾗ γέγραπται· «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. εἰ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται«, οἱονεὶ τοσαυτάκις ἐκ τοῦ διαβόλου γεγεννήμεθα ὁσάκις ἁμαρτάνομεν. ταλαίπωρος οὖν οὗτός ἐστιν, ὃς ἀεὶ γεννᾶται ἐκ τοῦ διαβόλου, ὥσπερ πάλιν μακάριος ὁ ἀεὶ γεννώμενος ὑπὸ τοῦ θεοῦ. οὐ γὰρ ἅπαξ ἐρῶ τὸν δίκαιον γεγεννῆσθαι ὑπὸ τοῦ θεοῦ, ἀλλ’ ἀεὶ γεννᾶσθαι καθ’ ἑκάστην πρᾶξιν ἀγαθήν, ἐν ᾗ γεννᾷ τὸν δίκαιον ὁ θεός.
ἐὰν οὖν ἐπιστήσω σε ἐπὶ τοῦ σωτῆρος, ὅτι οὐχὶ ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν καὶ ἀπέλυσεν αὐτὸν ὁ πατὴρ ἀπὸ τῆς γενέσεως αὐτοῦ, ἀλλ᾿ ἀεὶ γεννᾷ αὐτόν, παραστήσω καὶ ἐπὶ τοῦ δικαίου παραπλήσιον. ἴδωμεν δὲ τίς ἡμῶν ἐστιν ὁ σωτήρ. «ἀπαύγασμα δόξης. τὸ ἀπαύγασμα τῆς δόξης οὐχὶ ἅπαξ γεγέννηται καὶ οὐχὶ γεννᾶται· ἀλλὰ ὅσον ἐστὶν τὸ φῶς ποιητικὸν τοῦ ἀπαυγάσματος, ἐπὶ τοσοῦτον γεννᾶται τὸ ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ. ὁ σωτὴρ ἡμῶν σοφία ἐστὶν τοῦ θεοῦ.
ἔστιν δὲ ἡ σοφία «ἀπαύγασμα φωτὸς ἀιδίου. εἰ οὖν ὁ σωτὴρ ἀεὶ γεννᾶται, καὶ διὰ τοῦτο λέγει· «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με« οὐχὶ δέ· πρὸ δὲ πάντων βουνῶν γεγέννηκέν με, ἀλλά· «πρὸ πάντων βουνῶν γεννᾷ με«), καὶ ἀεὶ γεννᾶται ὁ σωτὴρ ὑπὸ τοῦ πατρός, οὕτως καὶ σὺ ἐὰν ἔχῃς τὸ τῆς υἱοθεσίας πνεῦμα, ἀεὶ γεννᾷ σε ἐν αὐτῷ ὁ θεὸς καθ’ ἕκαστον ἔργον, καθ᾿ ἕκαστον διανόημα, καὶ γεννώμενος οὕτως γίνῃ ἀεὶ γεννώμενος υἱὸς θεοῦ έν Χριστῷ Ἰησοῦ· ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
About this text
Origen on Jeremiah. Twenty Greek homilies survive. This page publishes the Pass B English for Homilies 1, 2, 3, 4, 5, 6, 7, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20. Homily 8 remains a machine draft and is not shipped yet. The rest of the volume is still being translated.
English follows Erich Klostermann, Origenes Werke III (GCS, 1901). A second transcription of that same edition (First1KGreek TEI) was checked; where the TEI drops or garbles a line, the page image wins. This is a reading translation for study, not a new critical edition of the Greek. Homilies that survive only in Jerome’s Latin are not on this page yet. When they are, they will be marked at those homilies.
Witnesses
- Copy-text Klostermann, Origenes Werke III (GCS, 1901) (Greek · Homilies 1–20 Greek (this page: 1, 2, 3, 4, 5, 6, 7, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20))
- Checked print Archive.org page image and DjVu of GCS III (Greek · Same print as the copy-text)
- Checked print First1KGreek TEI of GCS III (Greek · Same print; encoding errors deferred to the page image)
Where the prints differ
- Homily 1.1 — The TEI omits Ἑβραῖον. English follows the GCS page image: Jonah is “a Hebrew prophet.”
- Homily 1.5 — The TEI dropped Ἰσαάκ. English follows the GCS page image: Isaac born of promise.
- Homily 1.11 — The TEI/OCR of this line is garbled. English follows the GCS page image and the quoted verse: “I have sanctified you.”
- Homily 3.2 — The TEI gaps Matthew 5:45 (sun on the evil and [gap]; rain on [gap] and the unjust). English follows the Gospel wording.
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.