Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
τῆς πολιτείας ἀποστὰς, γενοῦ μεθ' ἡμῶν, σαββάτιζε μεθ' ἡμῶν, τὰ ἄζυμα ποίει μεθ' ἡμῶν, καὶ τὰς ἄλ λας τοῦ νόμου παρατηρήσεις. Αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες. Ἀγαθῶν μὲν γάρ ἐστιν ὁ Θεὸς δοτήρ· κακῶν δὲ ἡμεῖς αἴτιοι, δη λαδὴ κακωτικῶν. Φαίης δ' ἂν ταῦτα καὶ περὶ τῶν μετασχόντων αἵματος Ἰουδαίων, τῶν τε προφητῶν καὶ αὐτοῦ τοῦ Χριστοῦ. Αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα. Συντελεῖν οὐχ ἁπλῶς οἶμαί τι ποιεῖν, ἀλλὰ πληρῶσαι τὸ μέτρον τῶν πατέρων αὐτῶν, καὶ ὑπο κεῖσθαι παντὶ αἵματι ἀπὸ Ἄβελ μέχρι Ζαχαρίου. Σοφία ἐν ἐξόδοις ὑμνεῖται. Σιωπωμένη μὲν ὑπὸ σοφοῦ, οὐχ ὑμνεῖται· ἐξόδου δὲ τυχοῦσα, ὑμνεῖται. Ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με. Ὡς Κύριον γὰρ ἐπικαλούμεθα τὴν σοφίαν οὖσαν Χριστόν. Ὁ οὖν ἐπικαλούμενος τὸν Χριστὸν, εἰ νοεῖ τίς ἐστιν, ἐπικαλεῖται σοφίαν, σύνεσιν, ἁγιασμὸν, δικαιοσύνην, καὶ πᾶσαν ἀρετήν· εἰ καὶ μὴ χείλεσιν, ἀλλὰ πράξε σιν. Ἀλλὰ μὴ τοιοῦτοι γενώμεθα, ὡς ἐπικαλεῖσθαι ἡμᾶς, αὐτὸν δὲ μὴ ὑπακούειν. {1ΚΕΦ. Βʹ.}1 Ἐὰν, δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς, κρύψῃς παρὰ σεαυτῷ. Κρύπτει δέ τις, μὴ ἐπὶ κενοδοξίᾳ ταύτην ποιῶν, ἀλλὰ σπουδάζων λανθάνειν. Τότε συνήσεις φόβον Κυρίου. Ὅρα δὲ μεθ' ὅσα συνήσομεν φόβον Κυρίου· ἀσαφὴς γὰρ καὶ αὐτὸς, ὡς δῆλον ἐκ τῶν ἁπλουστέρων· ἔστι γὰρ τινὰς ἰδεῖν οὐκ ἐν οἷς δεῖ φοβουμένους τὸν Κύριον, καὶ ἐν οἷς χρὴ μὴ φοβουμένους. Καὶ τῇ συνέσει δῷς φωνήν σου. Ἕκαστος δὲ δίδωσι τὴν ἑαυτοῦ φωνήν τινι, ἢ τῇ ὀργῇ τυχὸν τὸ αὐτῆς φθεγγόμενος, ἢ τῇ λύπῃ, ἢ τῇ πορνείᾳ. Ὁ δὲ μακάριος ὅλην τὴν ἑαυτοῦ φωνὴν ἀνατίθησι τῷ Κυ ρίῳ, ἵνα ἃ δ' ἂν λαλῇ, σοφία ᾖ. Ὡς ἄλλος δὲ τὸ ἀρ γύριον, οὕτω ζήτει σὺ τὴν σοφίαν, οἱονεὶ φιλάργυ ρος ἐν τούτῳ γινόμενος. Μή σε καταλάβῃ βουλὴ κακή. Οἱ ἀλλότριοι τῆς Ἐκκλησίας ἄλλα μὲν ἐπαγγέλλονται κατ' ἀρχὰς, ἄλλα δὲ κατὰ τέλη· ἀφιστᾶσι μὲν γὰρ εἰδωλολατρείας ἐξ ἀρχῆς, καὶ προσάγουσι τῷ ∆ημιουργῷ· εἶτα με τατιθέμενοι, τὴν Παλαιὰν ἀθετοῦσι Γραφὴν ἐναν 13.29 τιούμενοι τῇ στοιχειώδει νεότητι. Παρὰ δὲ τοῖς ἐκ κλησιαστικοῖς διδασκάλοις σύμφωνα τοῖς ἐν ἀρχῇ στοιχείοις τὰ τέλη. {1ΚΕΦ. Γʹ.}1 Τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία. Μετὰ τὰ προστακτικὰ καὶ ἀπαγορευτικὰ τοῦ νόμου τοῦ Θεοῦ, τὰ ῥήματα τῆς σοφίας τοῦ Θεοῦ ἀπαγγέλλει τὴν τῶν ὄντων γνῶσιν ἀψευδῆ. Τοιοῦτόν ἐστι καὶ τὸ, Ἐκ Σιὼν ἐξελεύσεται ὁ νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ὁ γὰρ τηρῶν τοὺς νόμους ἀναλήψεται τὴν σοφίαν. Σπείρατε γὰρ, φησὶν, ἑαυτοῖς δικαιοσύνην· τρυγήσατε εἰς καιρὸν ζωῆς. Εἶθ' ἑξῆς τῷ πρακτικῷ ἐπιφέρεται· Φωτίσατε ἑαυ τοῖς φῶς γνώσεως. Προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. Ἐὰν ἐν σοφίᾳ ποιῇς τὸ πραττόμενον, υἱὸς ἔσῃ Θεοῦ, ὡς εἴρηται· Πάντα ἐν σοφίᾳ ἐποίησας. Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων. Τὸ τῆς τιμῆς ὄνομα συνήθως ἐπὶ δόσεως ἡ θεία λαμβά νει Γραφή· Χήρας γὰρ, φησὶ, τίμα, τὰς ὄντως χήρας, ἀντὶ τοῦ, Μεταδίδου, ἵνα μὴ ταπεινώσῃ τὴν χήραν, ἐλεημοσύνην μὴ εἰπών. Καὶ ὁ Σωτὴρ δέ φησι· Γέγραπται ἐν τῷ νόμῳ· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καὶ τὰ ἑξῆς. Ἀπὸ δι καίων δὲ πόνων εἶπεν, ἵνα μὴ ἐξ ἁρπαγῆς εἴη καὶ πλεονεξίας. Καὶ μηδεὶς ὀκνείτω διδόναι· ἀπολογίαν γὰρ οὐχ ἕξει μετὰ τὴν ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ χήραν ὅλον ἑαυτῆς βαλοῦσαν τὸν βίον, καὶ δικαιωθεῖσαν, οὐ παρὰ τοὺς ἐξ ἁρπαγῆς, ἀλλὰ παρὰ τοὺς ἐκ περιου σίας βαλόντας. Πάντα δὲ, δόσις ἐστὶ πρὸς τὸν Θεὸν, σωφροσύνης ἔργα καὶ τῶν λοιπῶν ἀρετῶν. ∆εῖ γὰρ καὶ ἀπαρχὰς ἀπὸ παντὸς διδόναι γεννήματος Ἐκ κλησίᾳ καὶ πένησι· καὶ ἀπὸ ὕπνου δὲ ἀνιστάμενον ἀπαρχὴν δοτέον Θεῷ τὴν εὐχήν· καὶ τῶν λόγων ἀπαρ χὴν διδόναι προσήκει, ψαλμούς. Οὕτω γάρ σοι ῥηθή σεται· Καὶ εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου· λέγει δὲ τὰ τῆς ψυχῆς. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε γῆν. Ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ, γῆ ἐστιν, ἑκατονταπλασίονα καρ ποφοροῦσα. Αὕτη δὲ ἐκ τῆς πιότητος, ἥ ἐστι σοφία, σοφὴ γίνεται, θεμελιοῦντος αὐτὴν ἐπ' αὐτῇ τοῦ Θεοῦ. Ἑδράζει γὰρ αὐτῇ τὴν εἰσαγωγὴν τῆς διδασκαλίας, πῆξιν ἀπὸ σοφίας ποιούμενος, καὶ ἀεὶ προκόπτου σαν οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγ γέλων τε καὶ νοερῶν οὐσιῶν οἰκητήριον. Λαβοῦσα αἴσθησιν τοῦ ὄντος, καὶ κατανοοῦσα τὴν τῶν πραγμάτων ἀκρίβειαν, ἄρχεται διαιρεῖν καὶ ἀνα τέμνειν αὐτά. {1ΚΕΦ. Εʹ.}1 Μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν. Ὁδόν φησι τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ καὶ τὴν ἀρετὴν κελεύει τῆς κακίας χωρίσαι. {1ΚΕΦ. ʹ.}1 Γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς
About this text
Origen of Alexandria, Fragmenta ex commentariis in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta ex commentariis in Proverbia — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.