Fragmenta ex commentariis in Proverbia · §u02-open

Fragmenta ex commentariis in Proverbia Unit 2 opening

Unit 2.

Lemma-led open — ἀγρεύει. Καὶ ἡ . ἀγρευομένη ὑπὸ γυναικὸς ψυχὴ τιμία ἐστὶ τῇ φύ σει· οὐ γάρ ἐστι τῇ φύσει χ

Greek

ἀγρεύει. Καὶ ἡ 13.32 ἀγρευομένη ὑπὸ γυναικὸς ψυχὴ τιμία ἐστὶ τῇ φύ σει· οὐ γάρ ἐστι τῇ φύσει χοϊκή. Ἢ ἐπειδὴ τῶν ἀν δρείων τὸ φρόνημα καὶ ἡ ψυχὴ τιμία, ὅμως καὶ ταύ τας ἀγρεύει. {1ΚΕΦ. Ηʹ.}1 Ἐγὼ ἤμην ᾗ προσέχαιρε. Τὸ, ἤμην, ἐπὶ Θεοῦ χρόνον οὐ προσημαίνει· χρονικὸν γὰρ, ἡνίκα τι τῶν ὑπὸ χρόνον προσημαίνει, ὡς τὸ, Ἤμην ἐν ἀγορᾷ. Εἰ δὲ παρὰ Θεῷ ἦν ἁρμόζουσα τῷ ἀνάρχῳ, ἀΐδιος καὶ αὐτή. {1ΚΕΦ. Ιʹ.}1 Αὕτη πλουτίζει. Εἰ πᾶς ὁ εὐλογημένος παρὰ Κυρίου πλούσιος, οἱ δὲ πορευόμενοι ἐν νόμῳ Κυρίου εὐλογοῦνται ὑπὸ Κυρίου, ἐπορεύθησαν δὲ ἐν νόμῳ Κυρίου προφῆται· οὗτοι ἄρα πλούσιοι ἦσαν. Ἐν γέλωτι ἄφρων πράσσει κακά. Πράττων τὰ κακὰ ἥδεται καὶ χαίρει. Ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν, πρακτικὴν ἀρετήν. {1ΚΕΦ. ΙΑʹ.}1 Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κλη ρονομήσει ἀνέμους. Οἶκος ὁ Θεὸς ἡμῶν ἐστιν ἐν ᾧ κινούμεθα καὶ ἐσμέν. Ὁ ἐν ταῖς ἐντολαῖς οὖν τοῦ Θεοῦ μὴ περιπατῶν συγκληρονόμος ἔσται τῶν ἐναν τίων δυνάμεων. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς. Καρπὸς δικαιοσύνης τὸ τέλος τῆς ἀρετῆς. Τοσαῦτα δένδρα ζωῆς ἔχει τις, ὅσους καρποὺς δικαιοσύνης. Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κω λύεται Ἀδὰμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβα λὼν, ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. {1ΚΕΦ. ΙΒʹ.}1 Ἑαυτοῦ φίλος ἔσται. Τοῦτον τὸν στίχον ὅλως οὐ μέμνηται Ὠριγένης· εὑρέθη δὲ ἔν

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.