Fragmenta ex commentariis in Proverbia · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and Origen’s theoria.

Greek

τισιν ἀντι γράφοις· οὔτε γὰρ παρὰ τοῖς Οʹ, οὐδὲ παρ' ἄλλοις κεῖται. {1ΚΕΦ. Ι ʹ.}1 Θυμὸς βασιλέως ἄγγελος θανάτου· ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτὸν, εἴπερ ὁ ἅγιος ἀπαθής· ἢ τὸν θυμὸν ἀλληγορητέον. {1ΚΕΦ. ΚΕʹ.}1 Ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. Τόποι δὲ αὐτῶν καὶ τῶν αἱρετικῶν αἱ συνά ξεις. {1ΚΕΦ. Λʹ.}1 Τρία δέ μοί ἐστιν ἀδύνατα νοῆσαι. Ἀδύνατον εἰς νόησιν ἐπιστημονικὴν εἰσαγομένῳ θεώρημα, καὶ ἀδύνατον ἀνθρώπῳ θεωρεῖν τὰ ὑπὲρ ἄνθρωπον καὶ νοεῖν, οἷον τοῦ καρκίνου τὴν θεραπείαν, κἂν ἄγγελοι ταύτην ἐπίστανται· ἀδύνατον νοηθῆναί τινι καὶ τὸ μηδαμῶς ὑπάρχον, μηδὲ γίνεσθαι δυνάμενον, οἷον τὸ τρία τέσσαρα εἶναι. Ἔοικε τοίνυν περὶ τῶν μὴ ὑπαρ χόντων εἰρῆσθαι. Μὴ καταλιπόντος γὰρ ἀετοῦ ἴχνη ἐν τῷ πέτεσθαι περὶ τὸν ἀέρα, ἀνάλογον τοῖς καταλει 13.33 πομένοις ἴχνεσιν ἐν τῇ γῇ τῇ ψαμμώδει τῶν ἐπιβάν των αὐτῆς, ἀδύνατόν ἐστι νοηθῆναι· οὕτω καὶ ἐπὶ ὄφεως· ἐν μὲν εὐείκτῳ γῇ δυνατὸν νοεῖσθαι ὁδοὺς, ἐν δὲ τῇ πέτρᾳ μή. Καὶ τρίβους νηὸς ποντοπορούσης. Μήποτε δὲ ναῦν ἐν τούτοις λεκτέον τὸν Ἰησοῦν καὶ τοὺς μαθη τὰς αὐτοῦ, ποτὲ δὲ καὶ μόνους αὐτούς· οὐ ποντοπο ροῦσαν· Εὐθέως γὰρ ἐγένετο τὸ πλοῖον ἐπὶ τὴν γῆν, εἰς ἣν ὑπῆγον, θείᾳ δυνάμει. Ναῦς δὲ μὴ φέρουσα τὸν Ἰησοῦν

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in Proverbia (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in Proverbia — new OET from PG 13 Greek.

Witnesses

  • Copy-text PG 13 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.