Excerpta in Psalmos Unit 4 opening
Unit 4.
Lemma-led open — Μωσέως σκιαῖς, ἵνα τὴν ἐν αὐταῖς ζη τῶμεν ἀλήθειαν, καινὰ καὶ παλαιὰ ἐκ θησαυροῦ ἐκ βάλλον
Greek
Μωσέως σκιαῖς, ἵνα τὴν ἐν αὐταῖς ζη τῶμεν ἀλήθειαν, καινὰ καὶ παλαιὰ ἐκ θησαυροῦ ἐκ βάλλοντες. Εἰ δὲ βούλει, ἅπερ ἐνταῦθα συλλέξομεν ἐν παρασκευῇ, ταῦτα ἐκεῖσε σαββατίσαντες εὑρήσο μεν καὶ τραφησόμεθα. Πάλαι μὲν οὖν ἄρτον ἀπ' οὐρανοῦ ἔδωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ, ἀκοπιάστως πρὸς πᾶσαν ἡδονὴν ἰσχύοντα· πρὸς ὃ γάρ τις ἐβούλετο μετε κρίνατο. Τοιαύτη δὲ ἡ τοῦ τρέφοντος τὴν ψυχὴν λό γου φύσις, πρὸς τὴν δύναμιν τοῦ τρεφομένου μετα βάλλουσα. Ἐὰν νήπιον τρέφῃ ὁ νόμος, γάλα γίνεται· ἐὰν ψυχὴν ἀσθενοῦσαν, λάχανον· ἐὰν τέλειον, στε ρεὰ τροφή. Οὐ καθεζομένοις δὲ ἡμῖν ἔρχεται τὸ μάννα, ἀλλ' ἐρχομένοις ἔξω τῆς παρεμβολῆς· λέγω δὴ τοῦ σώματος, ἐν ᾧ ἐνεῖρκται ἡ ψυχή. ∆εῖ γὰρ τὴν ψυχὴν μηκέτ' εἶναι ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι. Οὐδεὶς δὲ, φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ, δύναται ἄρτον οὐράνιον φαγεῖν· διότι ψυχικὸς ἄνθρωπος 17.145 οὐ δέχεται τὰ τοῦ πνεύματος. Περὶ ἧς τροφῆς καὶ σὺ ἐδιδάχθης εὔχεσθαι. Ἐὰν οὖν τὸν ἐπιούσιον ἄρτον, τὸν μὴ ἐκχωροῦντα, τὸν μὴ ἀποκρινόμενον, τὸν ἀναδιδόμενον εἰς τὴν οὐσίαν τῆς ψυχῆς, ὅταν διαλαμβάνω περὶ Θεοῦ, περὶ Χριστοῦ, περὶ τῆς θεότητος αὐτοῦ, περὶ τῆς ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, ἄρτον ἀγγέλων ἐσθίω, τὸ μάννα· ὅπερ εὑρὼν καὶ θαυμάσας, θαυμαστικῶς ἐρῶ· Μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται τοῦτο τὸ φθέγμα τῷ ἄρτῳ ὄνομα· εὔξασθε ἵνα ἡμῖν ὁ Θεὸς ἐπισιτισμὸν ἀποστείλῃ εἰς πλησμονήν· οὐχ ὥστε γεύεσθαι μόνον, ἀλλὰ καὶ πληρωθῆναι τῶν λόγων τῆς ζωῆς, καὶ ἰσχυροποιηθῆναι ἐν αὐτοῖς. Πλὴν ἡ προηγουμένη τροφὴ αὕτη ἐστίν. Ἐσθιόντων δέ ποτε τὸ μάννα Ἑβραῖοι ἔλε γον· Οὐδὲν, πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ἐμνήσθημεν γάρ, ὅτι ἐκαθέσθημεν ἐπὶ τῶν λεβή των τῶν κρεῶν ἐν Αἰγύπτῳ· καὶ ἡμεῖς ταλανίζο μεν ἐκείνους, ὡς τότε ἡμαρτηκότας· οὐχ ὁρῶντες, ὅτι καὶ ἐν ἡμῖν ταῦτα τὰ ἁμαρτήματα γίνεται· ἀντὶ τῆς πνευματικῆς Γραφῆς τὰ πράσα τὰ δυσώδη, καὶ τὰ κρόμμυα τὰ βλάπτοντα τοὺς ὀφθαλμοὺς τῆς ψυ χῆς, καὶ τὰ πληροῦντα δυσωδίαν ἁμαρτήματα σκό ροδα ἐπιθυμοῦμεν φαγεῖν, καὶ ἐμφορηθῆναι ἡδονῶν δυσοσμίας. Καὶ τὴν ἔκλυτον τοῦ κόσμου καὶ τῶν σωματικῶν φύσιν ποθοῦντες, πεπόνων ἐπιθυμοῦμεν, καὶ τὸ μὴ ἀναδιδόμενον εἰς τὴν τῆς ψυχῆς οὐσίαν ἀνελόντες, σικύων θέλομεν μεταλαμβάνειν. Καὶ ἐπειδὴ οὐ θέλομεν τὸν ἄρτον, τὸν ἐκ τοῦ οὐρανοῦ, οὗ προφῆται κήρυκες καὶ δίκαιοι, νεφέλαι καλούμενοι διὰ τὸ ὑψοῦ
About this text
Origen of Alexandria, Excerpta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Excerpta in Psalmos — new OET from PG 17 Greek.
Witnesses
- Copy-text PG 17 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.