Excerpta on the Psalms (Greek) · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; lemma and Origen’s theoria.

Greek

φέρεσθαι αὐτῶν τὸν νοῦν· καὶ διὰ τὸ ἐντέξειν νεφελῶν τοῖς νοητοῖς ὑετοῖς κατάρδειν, ἑτέρους ἐξαποστελεῖ ἡμῖν ὁ Θεὸς, κρέας ὡσεὶ χοῦν, ἕως οὗ ἐξέλθῃ ἐκ τῶν μυκτήρων ἡμῶν, καὶ ἕως πληρώσῃ ἡμᾶς νόσου καὶ μαλακίας, ὡς τὴν δυσώδη καὶ πολύδακρυν ἁμαρτίαν ζητοῦντες. Οἱ γὰρ τῶν κοσμικῶν πραγμάτων ἀπολαύοντες νοσοῦσι τὴν ψυχὴν, διὰ ταῦτα καὶ ἐν χολέρᾳ καὶ νόσῳ εἰσὶ, καὶ πᾶσι κακοῖς διὰ τὴν διψυχίαν αὐτῶν. Ἀλλ' ἡμᾶς γένοιτο νηστεύειν νηστείαν δεκτὴν, τὸ φρόνημα τῆς σαρκὸς μὴ τρέφοντας, μηδὲ γενοίμεθα ἐν ἀνύδρῳ, στερήσει τῶν πνευματικῶν ὑδάτων, διὰ τὸ μηδὲν δρᾷν τῶν γλυκαινόντων τὴν τοῦ Ὑψίστου χρηστότητα. Γλυκαίνει δὲ αὐτὴν τὰ κατ' ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα. Μηδὲ ἐκπειράσαι αὐτὸν ἐν ταῖς καρδίαις ἡμῶν· ἤγουν οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' ἐκ βάθους τοῦ ἡγεμονικοῦ ἀμφιβάλλοντες περὶ τῆς θείας δυνάμεως· μηδ' αἰτήσαιμεν βρώματα ταῖς ψυχαῖς ἡμῶν· οὐ ταῖς κατ' εἰκόνα λέγω, αἳ τρέφονται ἐκ τῶν ζωῆς ἄρτων, ἀλλὰ ταῖς εἰς σάρκα μεταβαλλούσαις, διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι, ὀρεγομέναις οὐκ ὠφελίμων καὶ ὑγιῶν τροφῶν, ἀλλ' ἡδέων καὶ νοσοποιῶν. Ἀλλ' ἑτοιμασθείη ἡμῖν τράπεζα, ἐφ' ἣν ἡ σοφία τὰ ἑαυτῆς θύματα ἐπιτίθησι, καὶ τὸν ἑαυτῆς οἶνον εἰς κρατῆρα κιρνᾷ. 17.147 Μηδὲ ὀργὴ ἐφ' ἡμᾶς ἀναβαίη, τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος τὸ ἀπατηλὸν, τὸ δίκην προδρόμου ἢ κατασκόπου ἐκ τοῦ σκότου ἐν ᾧ ἐκέκρυπτο, εἰς τὴν ψυχὴν ἀνιὸν διὰ τῆς ἐνθυμήσεως· μηδὲ ὡς πῦρ ἐξαφθείη ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Ἀλλ' οὐρανοῦ θυρίδες ἡμῖν ἀνοιγεῖεν, αἱ τῶν νοητῶν καὶ πνευματικῶν ἐξαπλω ἀρεταὶ .......... κακίαι ᾅδου καὶ θανάτου, αἵτινες οὐ κατισχύουσι τῶν, κατὰ Πέτρον, ἀνελθόντων ἐπὶ πύλας τῆς θυγατέρος Σιών. Καὶ ὁ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἄνθρωπος, κατ' εἰκόνα Θεοῦ, ὁμοέστιος ἀγγέλοις γένοιτο, τοῦ ἀληθινοῦ μάννα μεταλαμβάνων, καὶ ἀπὸ οὐρανοῦ τροφὴν, ἀλλ' οὐκ ἀπὸ τῆς ἐπικαταράτου γῆς, ἣν ὁ ἁμαρτάνων ἐν λύπαις ἐσθίει. Οἱ τούτων ἀκούοντες πτερούσθωσαν, ἐπαιρέσθωσαν, μηκέτι ἔστωσαν ἐν σαρκί· γενέσθωσαν ἐν πνεύματι· Οἱ γὰρ

About this text

Origen of Alexandria, Excerpta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Excerpta in Psalmos — new OET from PG 17 Greek.

Witnesses

  • Copy-text PG 17 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.