Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; spiritual reading with the letter.
Greek
ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. Ἀλλ' ἐπὶ τὴν ἱστορίαν ἀνιτέον. Στίχ. μδʹ. Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποτα μοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν. Οἶδα κατὰ τροπολογίαν πολλοὺς ποταμοὺς Αἰγύπτου ἐναντίους Χριστῷ τῷ ἀληθινῷ ποταμῷ, οὗ τὰ ὁρμήματα τὴν Ἐκκλησίαν εὐφραίνει. Πάντα δὲ τὰ τῆς σωτηρίας ἀλλότρια ῥεύματα, ἃ ὁ Θεὸς, ὅταν βούληταί τινας ἐπιστρέψαι, ἵνα ἐξελθόντες πίωσιν ἀπὸ τῆς πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, ποιεῖ στραφῆναι εἰς αἷμα. Ὅταν γὰρ ἐγὼ καταγὼ οὓς ἀλλοτρίου ὕδατος καὶ φρονήματος, τοῦ Θεοῦ μὴ παραστήσαντος, ὅτι αἷμά ἐστιν, οὐκέτι πίνω, ἵνα μὴ μέτοχος γίνωμαι αἵματος ὀμβρήματος. Οἱ δὲ εἶεν ἂν, οἱ βραχέα μὲν λέγοντες, ὀλέθρια δέ. Κατὰ δὲ τὴν ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ προστάγματι τοῦ Μωσέως εἰς αἷμα τραπείσης, ὡς καὶ τοὺς ἰχθύας, εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος, διαφθαρῆναι, τοῖς Ἑβραίοις ἀρυομένοις αἷμα οὐκ ἦν. Ὅθεν ἔσχε καὶ ἡ μαγγανεία καιρὸν ἐν τῷ παρὰ τοῖς Ἑβραίοις εὑρισκομένῳ ὕδατι, τὸ αἱματῶδες ὕδωρ παρασοφίσασθαι. Πνευματικῶς δὲ καὶ νῦν τὸ ἴσον ἔστιν ἰδεῖν γινόμενον. Τῶν γὰρ πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότιμόν ἐστι καὶ διαφανὲς τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται· τοῖς δὲ τῆς πονηρᾶς ὑπολήψεως αἰγυπτιάζουσι διεφθορὸς αἷμα τὸ ὕδωρ γίνεται. Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀπάτης καὶ τὸ τῶν Ἰσραηλιτῶν ποτὸν τῷ μολυσμῷ τοῦ ψεύδους αἷμα ποιῆσαι, τουτέστι τὸν ἡμέτερον λόγον, καὶ ἡμῖν δεῖξαι, μὴ τοιοῦτον ὄντα οἷόν ἐστιν. Ἀλλ' οὐκ ἀχρειώσειε καθόλου τὸ ποτὸν, κἂν ἐκ τοῦ προχείρου δι' ἀπάτην περιφοινίξῃ τὸ εἶδος. Πίνει γὰρ ὁ Ἰσραηλίτης τὸ ἀληθινὸν ὕδωρ, οὐδὲ πρὸς τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος. 17.149 ΨΑΛ. Πʹ. Στίχ. βʹ. Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Θεὸν Ἰακὼβ τὸν Σωτῆρα καλοῦσι τὸν ἐν ἀνθρώπου
About this text
Origen of Alexandria, Excerpta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Excerpta in Psalmos — new OET from PG 17 Greek.
Witnesses
- Copy-text PG 17 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.