Fragmenta in epistulam ad Hebraeos · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

τῆς ἐν νόμῳ. Hebr 7,3 Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος κατὰ τὸν τῆς ἱερωσύνης λόγον, ἐπειδὴ γὰρ ἐν τῇ φυλῇ τῇ Λευϊτικῇ ἐφαίνετο τίς τίνος ἦν ἱερέως ἢ γυναικὸς ἱερείας. ἦσαν δὲ χρόνοι τῆς ἱερωσύνης, καὶ οἱ μὲν ἐφημερίας εἶχον ἐνιαυσίους, οἱ δὲ δι' ὅλης τῆς ζωῆς ἱεράτευον. καὶ ταῦτα εὑρίσκεται ἐκάτερα παρὰ τοῖς ἱερεῦσι τοῖς ἐν νόμῳ, εἰ καὶ μὴ κατὰ τοὺς αὐτοὺς χρόνους. ἀπάτορα λέγει τὸν Μελχισεδὲκ καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον, μήτε ἀρχὴν ἔχοντα ἡμερῶν μήτε ζωῆς τέλος κατὰ τὸν τῆς ἱερατείας λόγον· οὔτε γὰρ γένος ἱερατικὸν εἶχεν, οὔτε ποθὲν ἤρξατο ὡς ἄλλον διαδεξάμενος, οὔτε ἐξ ἐφημερίας ἕτερον, οὔτε ὡς νόμον ἔχων δι' ὅλης τῆς ζωῆς εἶναι ἱερεύς. καὶ ὅλως πάντα τὰ λεγόμενα κατὰ παρεξέτασιν τῶν ἐν νόμῳ ἱερέων. εἴρηται δὲ περὶ τοῦ Μελχισεδέκ· ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. καὶ πῶς ὁ Μελχισεδὲκ μένει ἱερεύς; ζήτημα τὸ λεγόμενον, ἔστι δὲ ἡ λύσις αὕτη· ὥσπερ Μωϋσέα καλεῖ τὸν νόμον, οὕτω κἀνταῦθα Μελχισεδὲκ πῆ μὲν τὸν ἄνθρωπον λέγει, πῆ δὲ αὐτὴν τὴν ἱερατείαν. εἰ τοίνυν ἀφωμοίωται ὁ Μελχισεδὲκ διὰ τῆς ἱερατείας τῆς κατὰ Χριστόν, μένει διηνεκῶς· οὐχ ὁ ἄνθρωπος θνητὸς γάρ, ἀλλὰ τὸ ἀξίωμα τῆς ἱερατείας. Hebr 9,11 Ὥσπερ ἡ σκηνὴ κατεσκευάσθη ἐπὶ Μωϋσέως ὥστε τὰς λατρείας γίνεσθαι, οὕτω μείζων ἡ σκηνὴ αὕτη, τῆς χάριτος ἡ σύστασις, τὸ σῶμα τοῦ Χριστοῦ κεφαλὴν ἔχον τὸν Χριστόν. 351 Hebr 11, Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. πρότερον ἔθηκεν τὸν Ἰακὼβ εἶτα τὸν Ἠσαῦ, οὐ κατὰ τὴν τῆς γενέσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς εὐλογίας τάξιν. Hebr 11,38 Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. οὐ περὶ πάντων λέγει τοῦτο ἀλλὰ περὶ τούτων τῶν τελευταίων οὓς καὶ μάρτυρας οἶδεν. ἐπιμέμνηται τῶν κλινάντων παρεμβολὰς καὶ διὰ τὸ χρήσιμον τοῦ λαοῦ εἰληφότων χάριν. Hebr 12,1 Ὄγκον ἀποθέμενοι πάντα. ὄγκος ἐστὶν ἡ ἁμαρτία τῆς κατὰ τὴν σάρκα ἀπολαύσεως, ἐξ ἧς ἡ εὐπερίστατος ἁμαρτία τίκτεται. εὐπερίστατον δὲ εἶπε τὴν ἁμαρτίαν τὴν εὐκόλως ἡμᾶς περιϊσταμένην καὶ ἄγουσαν εἰς τὸ ἑαυτῆς θέλημα. Hebr 12,22–23 Πανήγυρις γὰρ καὶ ἑορτὴ ἀγγέλων ἡ εἰς τὸν θεὸν δόξα, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ κριτῇ θεῷ πάντων. Hebr 12,27 Τοῦτό ἐστιν ὃ λέγει ὁ Παῦλος ἀλλαχοῦ· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, ἵνα παρέλθῃ τὰ πρόσκαιρα καὶ ἔλθῃ τὰ αἰώνια. Hebr 13,10–13 Τοῦτ' ἔστιν οἱ ἐν νόμῳ οὐκ ἔχουσι τὸ δῶρον τοῦτο οὗ μετέχομεν ἡμεῖς. ἔξω δὲ τῆς παρεμβολῆς, ἀντὶ τοῦ ἔξω τῶν νομίμων καὶ τῆς Ἰσραηλιτικῆς παρεμβολῆς.

About this text

Severianus of Gabala, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.