Fragmenta in epistulam ad Hebraeos · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἀγγέλους. Hebr 3,13 Ὥσπερ μίαν ἡμέραν τὸν παρόντα αἰῶνα εἰσάγει. Hebr 4,12 Μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει, ὅταν ἡ μὲν ψυχὴ προσπάσχει τῷ σώματι, τοῦ δὲ ἁγίου πνεύματος ἡ χάρις ἀνθέλκει πρὸς τὰ οὐράνια. Hebr 6,1–2 Ἐπειδὴ ἡ ἀρχὴ τοῦ Χριστοῦ ἀπὸ τοῦ Ἰουδαϊσμοῦ–κατὰ νόμον γὰρ ἐπολιτεύσατο–, διὰ τοῦτο λέγει· τοῦτ' ἀφέντες ἐπὶ 349 τὴν τελειότητα φερώμεθα, εἰδότες ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ δεῖ εἶναι τοῦ ἄνευ νόμου μέλλοντος ἱερέως εἶναι. Ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν, βαπτισμῶν. τοῖς Χριστιανοῖς νεκρά ἐστι τὰ γήϊνα. ἄτοπον οὖν ἔστι, φησίν, ἀποστάντας τῆς διαγωγῆς ταύτης, εἴτε τῆς κατὰ πίστιν, εἴτε ἀπὸ τοῦ νενεκρῶσθαι τοῖς πᾶσιν, ἐλθεῖν πάλιν ἐπὶ τοὺς κατὰ νόμον βαπτισμούς. ὁ κύριος ἐλθὼν μετάνοιαν ἐκήρυξεν, λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· μετάνοιαν δὲ ἀπὸ νεκρῶν ἔργων. οὕτως οὖν ἀναγνωστέον· μετανοίας ἀπὸ νεκρῶν ἔργων, ἀντὶ τοῦ τῆς ἀπὸ τῶν νεκρῶν ἔργων μετανοίας. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· οὐ δεῖ ἀφέντας τὴν μετάνοιαν τὴν ἀπὸ τῶν νεκρῶν ἔργων καὶ τὴν πίστιν τὴν εἰς θεὸν καὶ τὸ βάπτισμα–ὃ πληθυντικῶς ὠνόμασεν διὰ τὸ πλῆθος τῶν καταξιουμένων. εἴρηκε δὲ βαπτισμῶν καὶ τὴν διδαχήν, καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν δι' ἧς αἱ χειροτονίαι, καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα καὶ τὰ ἑξῆς–ἀνατρέχειν ἐπὶ τὸν νόμον. τοῦτο δὲ προκατασκευάζει, ἐπειδὴ οἱ ἐν νόμῳ ἱερεῖς νόμον ἐξεδίκουν, ὁ δὲ Μελχισεδὲκ ἐκτὸς ἦν νόμου· οὐ δὲ ἐλθὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἦν. οὐ δεῖ, φησίν, ἀφέντας τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐκδικεῖν τὴν ἐν νόμῳ ἱερατείαν, ἵνα τὰ ἐν νόμῳ ᾖ ἑστῶτα. θεμέλιον δὲ εἶπε τὰ ἐν νόμῳ, ἐπειδὴ προοίμιον εὐσεβείας γεγένηται τοῖς ἀνθρώποις. Hebr 6,6 Νεκροὺς ἤγειραν οἱ ἀπόστολοι. αὕτη δὲ ἡ δύναμις τῆς ἀναστάσεως ἦν. παραδειγματίζοντας εἶπεν, ὅτι εἰ μυστήριον τὸ βάπτισμα, τὸ ἅπαξ ἀρκεῖ. ἐὰν δὲ δεύτερον γίνηται τὸ πρᾶγμα, καταφρόνησις καὶ παραδειγματισμός. Hebr 6,7–8 Ὑπόδειγμα ἔλαβεν, οὐκ εἰς τὸ βάπτισμα–πῶς γὰρ δεύτερον βάπτισμα ἐκώλυεν; –ἀλλὰ τὴν τοῦ ἁγίου πνεύματος δύναμιν πολλάκις εὐεργετοῦσαν. Hebr 6,17 Ἀνωτέρω εἰπὼν τὴν πληροφορίαν τῆς ἐλπίδος ἐδήλωσεν ὅτι ὁ θεὸς παρέσχε τῷ Ἀβραὰμ πληροφορίαν, οὐ τὴν δι' ἔργων τὴν τῇ πολιτείᾳ προσήκουσαν, ἀλλὰ τὴν δι' οἰκονομίας. 350 Ἀδύνατον ὀμόσαντα τὸν θεὸν μετατεθῆναι, ἀδύνατον ἦν μετατεθῆναι τὴν τῆς ἐπαγγελίας δύναμιν. Hebr 7,1–2 Οὐχ ἁπλῶς μέμνηται ὅπως συνήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ περιγεγονότι τῶν Ἀσσυρίων, καὶ ἔδωκεν αὐτῷ δεκάτας ἀπὸ πάντων, ἀλλὰ δεικνὺς ὅτι ὁ προπάτωρ τῆς Λευϊτικῆς φυλῆς ἱερεῖ ἐχρήσατο τῷ Μελχισεδέκ. κρείσσων ἄρα ἡ ἱερωσύνη ἡ ἄνευ νόμου τῆς ἱερωσύνης

About this text

Severianus of Gabala, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.