Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.
Greek
ἀλλὰ μᾶλλον "διαφέρει ἐν δόξῃ·" ἐπὶ δὲ τῶν ἑτερογενῶν, ὅταν τις ταῦτα παραβάλῃ πρὸς ἄλληλα, τότε τὸ κρείττων πρὸς τὸ διαλλάττον λέγεται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ τῶν λίθων εἴρηται. εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ ἀπόστολος Τοσούτῳ μᾶλλον ὁ Υἱὸς τῶν ἀγγέλων προάγει, ἢ τοσούτῳ μείζων ἐστὶν, ἦν ἂν ὑμῖν πρόφασις ὡς συγκρινομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους· νῦν δὲ λέγων κρείττονα αὐτὸν εἶναι καὶ τοσούτῳ διαφέρειν, ὅσῳ διέστηκεν Υἱὸς δούλων, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν ἀγγέλων φύσεως· λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν θεμελιώσαντα τὰ πάντα, δείκνυσιν αὐτὸν ἄλλον εἶναι πάντων τῶν γενητῶν· ἄλλου δὲ καὶ ἑτεροουσίου αὐτοῦ ὄντος παρὰ τὴν τῶν γενητῶν φύσιν, ποία τῆς οὐσίας αὐτοῦ σύγκρισις ἢ ὁμοιότης πρὸς τὰ γενητά; διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Υἱὸς οὐκ εἴρηκεν Ὁ Πατήρ μου κρείττων μου ἐστὶν, ἵνα μὴ ξένον τις τῆς ἐκείνου φύσεως αὐτὸν ὑπολάβῃ· ἀλλὰ μείζων εἶπεν, οὐ μεγέθει τινὶ, οὐδὲ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ αὐτοῦ τοῦ Πατρὸς γέννησιν· πλὴν ὅτι καὶ ἐν τῷ εἰπεῖν Μείζων ἐστὶν ἔδειξε πάλιν τῆς οὐσίας τὴν ἰδιότητα. καὶ ὁ ἀπόστολος δὲ, οὐ τὴν τοῦ Λόγου οὐσίαν προηγουμένως διακρῖναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε 373 Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· ἀσύγκριτον γὰρ, μᾶλλον δὲ ἄλλο ἐστίν· ἀλλὰ πρὸς τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Λόγου βλέπων καὶ τὴν τότε γενομένην παρ' αὐτοῦ οἰκονομίαν, ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον τοῖς πρότερον, ἵνα ὅσῳ τῇ φύσει διαφέρει τῶν προαποσταλέντων παρ' αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παρὰ τούτου καὶ δι' αὐτοῦ γενομένη χάρις κρείττων τῆς δι' ἀγγέλων διακονίας γένηται· δούλων μὲν γὰρ ἦν ἀπαιτεῖν μόνον τοὺς καρποὺς, Υἱοῦ δὲ καὶ δεσπότου χαρίσασθαι τὰς ὀφειλὰς, καὶ μεταθεῖναι τὸν ἀμπελῶνα. Ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς τὴν ἀλήθειαν· εἰ δ' ὅτι γέγραπται Γενόμενος κρείττων, τό Γενόμενος οὐ θέλουσιν, ὡς περὶ Υἱοῦ λεγόμενον, 5 ἴσον ἀκοῦσαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον, ἀκουέτωσαν πάλιν Εἰ μὲν ἐκ τῶν ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπ' αὐτοῦ ὡς ἐπ' ἐκείνων τό Γενόμενος· καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω, ἀλλ' ἔστωσαν ἢ καὶ αὐτοὶ υἱοὶ, ἢ κἀκεῖνος ἄγγελος· καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρὸς, ἢ μετὰ πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς λειτουργικὸν πνεῦμα εἰς διακονίας ἀποστελλόμενος καὶ αὐτὸς τὰς ὁμοίας ἐκείνων· εἰ δὲ διίστησι τὸν Υἱὸν ὁ Παῦλος ἀπὸ τῶν γενητῶν λέγων "Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων Υἱός "μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν Ἐγὼ "ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν" .... Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον. Πρωτότοκον δὲ αὐτόν φησιν οὐχ ὡς φασὶν οἱ τὰ ὀρθὰ δια 374 στρέφοντες τῇ κτίσει τοῦτο συντάττοντες ἀλλ' ἐπειδήπερ ἐστὶν ἐν πᾶσι πρωτεύων αὐτὸς .... ...κὸς, θαυμάζοντες ἔλεγον "Τίς οὗτος ὁ παραγενόμενος "ἐξ Ἐδώμ·
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.