Book III Tomos 4 rem close CLOSEOUT
Rem CLOSEOUT: Book III Tomos 4 CLOSEOUT.
Greek
Θεοῦ τῆς ἐπί γε, φημὶ, τῷ Ἐζεχίᾳ γενομένης. Καὶ καθ' ἕτερον δὲ τρόπον τε- θαυμακέναι φαμὲν τὸν Μεωδὰχ τὸ παραδόξως συμ- βεβηκὸς τοῖς μετὰ Ῥαψάκου πολιορκήσασι τὴν Ἱε-ρουσαλὴμ, οὓς ἐν μιᾷ νυκτὶ δεδαπάνηκεν ἀγγέλου καταπταίουσα χεὶρ, ὡς εὑρεθῆναι πάντα πρωῒ τὰ σώματα νεκρά. Οὐκοῦν ἧκον μὲν οἱ πρέσβεις, ἐπ' αὐταῖς δὴ ταύταις ταῖς πέρα λόγου θεοσημίαις κατα- θαυμάσαντος τοῦ Μεωδὰχ τὴν Ἐζεχίου δικαιοσύνην. Ὁ δὲ καίτοι δέον τοῖς ἐκ Βαβυλῶνος ἀφιγμένοις λαμπρὰν ποιεῖσθαι διήγησιν τὰς κατὰ καιροὺς ἐπι- κουρίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ τῶν παρα- δόξων τὴν μεγαλουργίαν, ἵνα καὶ ἔτι μειζόνως τὴν θείαν ὑπεροχὴν θαυμάζοντες, καὶ τὴν ἄμαχον ἐξου- σίαν τοῦ πάντων ∆εσπότου, διὰ τῶν παρ' αὐτοῦ μυ- σταγωγηθέντων λόγων, ὑπονοστήσειαν εἰς τὴν ἑαυ- τῶν, τὴν περὶ Θεοῦ γνῶσιν καταπλουτήσαντες· ἦν γὰρ οὕτω δύνασθαι καὶ ἑτέρους ὠφελεῖν ἐπαγγέλλον- τας ἃ μεμαθήκασι· τοῦτο μὲν οὐκ ἔδρα, παρεκομί- σθη δὲ μᾶλλον εἰς ἀνθρωπίνην φιλοκομπίαν, καὶ οὐκ ἀφ' ὧν τετίμηται παρὰ Θεοῦ τὴν ἑαυτοῦ δόξαν οἰκο- νομεῖ, ἀλλ' ἐκ πλούτου τοῦ κατὰ τὴν βασιλείαν, καὶ μέχρι τούτων ὁρίζει τῆς ἐνούσης εὐκλείας ἑαυτῷ τὴν δύναμιν. Ἔδειξε γὰρ, φησὶν, αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθά· διερμηνεύεται δὲ τὸ Νεχοθὰ τῶν ἀρω- μάτων, καὶ τῆς στακτῆς, καὶ τοῦ μύρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, τοῦτ' ἔστι, τῆς περιουσίας. Γάζα γὰρ λέξις μὲν εἶναι λέγεται Περσικὴ, δηλοῖ δὲ τὸν πλοῦτον, ἤτοι τὴν περιουσίαν. 9Καὶ ἦλθεν Ἡσαΐας ὁ προφήτης πρὸς τὸν βασι- λέα Ἐζεχίαν, καὶ εἶπε πρὸς αὐτόν· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι, καὶ πόθεν ἥκασι πρὸς σέ; Καὶ εἶπεν Ἐζεχίας· Ἐκ γῆς πόῤῥωθεν ἥκασιπρός με, ἐκ Βαβυλῶνος. Καὶ εἶπεν Ἡσαΐας· Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; Καὶ εἶπεν Ἐζεχίας· Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου, ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου εἴδοσαν. Καὶ εἶπεν αὐτῷ 70.796 Ἡσαΐας· Ἄκουσον τὸν λόγον Κυρίου Σαβαώθ· Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλείψωσιν· εἶπε δὲ ὁ Θεός· ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησάς γε λήψονται, καὶ ποιήσουσι σπάδονας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.9 Ἀπέσταλται μὲν ὁ προφήτης παρὰ Θεοῦ, πλὴν ἐν ἀρχαῖς Ἐζεχίᾳ συντετυχηκὼς ὡς ἀπὸ γνώμης οἰκείας ἀφιγμένος προσποιεῖται λαλεῖν. Ταύτῃ τοί φησι· Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι; Ἐν ἤθει δὲ πολλῷ γέγονεν ὁ λόγος αὐτῷ. Ἀφίκοντο μὲν γὰρ οἱ Βαβυλώνιοι, τάχα που τὴν αἰτίαν, ὡς ἔφην, ἀναμα- θεῖν σπουδάζοντες τῆς ἀνόπιν ὑποστροφῆς τοῦ ἡλίου, καὶ ἐφ' ὅτῳ
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.