Commentary on Isaiah · §book3-tomos4-rem-mid

Book III Tomos 4 rem mid

Rem mid: historia and spiritual theoria held together.

Greek

ᾷς; Ἀλλ', ὦ ματαίαν ἔχων ἐπ' οὐδενὶ τὴν ὀφρὺν, οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα; Εἰ γὰρ δὴ βούλοιο, φησὶ, τοὺς τῶν ἐμῶν προφητῶν πολυπραγμονῆσαι λόγους, ἔφην ἤδη φθάσας ὅτι ταῦτα γενήσεται. Ἐγὼ γὰρ ἐξ ἀρχαίων ἡμερῶν συν- έταξα, τοῦτ' ἔστιν, ὥρισα καὶ κατένευσα· ἀπέδειξα δὲ νῦν καιροῦ καλοῦντος εἰς πέρας τὰ προηγγελμένα, ὥστε ἐξερημῶσαι ἔθνη ἐν πόλεσιν ὀχυραῖς, τοῦτ' ἔστιν, οὐκ ἀσθενῆ, καὶ εὐάλωτα. Ἐγὼ τὰς χεῖρας ἀνῆκα, καὶ ἐξηράνθησαν. Ὁ γὰρ πάλαι ταῖς ἀνεξι- κακίαις ἔτι συνέχων αὐτὰ πρὸς τὸ εἶναι, καὶ συν- εστάναι τὴν ἐπαμύνουσαν ἀπέστησα χεῖρα, καὶ ἐν ἴσῳ πόας κατεξηράνθησαν, καὶ χόρτου δίκην κατ- εμαράνθησαν, καὶ οἷά τις ἄγρωστις ξηρὰ πυρὶ δέ- δοται τροφή. Τοῦτό τοι καὶ ἑτέρωθί φησι πρὸς αὐ- τόν· ἐπειδὴ γὰρ τὰ ὁρισθέντα γενέσθαι παρὰ Θεοῦ διαπεράνας ὁ δυσσεβὴς, ἐφ' ἑαυτῷ πεφρόνηκε μέγα, πάλιν ἤκουε Θεοῦ λέγοντος· "6Μὴ δοξασθήσεται ἀξίνη, ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;"6 Ὥσπερ γὰρ τὰ τοιάδε τῶν ὀργάνων, οὐχ ἑαυτὰ κινεῖ πρὸς ἔργα τυ- χὸν, περιμένει δὲ μᾶλλον τὴν τοῦ σαλεύοντος χεῖρα· οὕτω καὶ σὺ, φησὶ, γέγονας ὄργανον τῆς θείας ὀρ- γῆς, οὐ μὴν αὐτὸς εἰργάσω ταῖς δυνάμεσι ταῖς σαῖς, ἀλλ' ἦσθα μᾶλλον οἷον ἀξίνη, καὶ πρίων τοῖς τοῦ κι- νοῦντος θελήμασιν ὑπηρετεῖν τεταγμένος. 9Νῦν δὲ τὴν ἀνάπαυσίν σου, καὶ τὴν ἔξοδόν σου ἐγὼ ἐπίσταμαι· ὁ δὲ θυμός σου ὃν ἐθυμώ- θης, καὶ ἡ πικρία σου ἀνέβη πρός με.9 Καταλαζονεύῃ μὲν οὖν, φησὶ, τῶν θείων κριμάτων γεγονὼς ὑπουργὸς, οἴει δὲ ἴσως κατὰ σαυτὸν, καὶ μόνος κατευμεγεθῆσαι τοσούτων ἐθνῶν καὶ χωρῶν, ὡς κατεμπρῆσαί τε καὶ ἑλεῖν αὐτάς. Ἀλλ' ἐγὼ τὴν σὴν ἀνάπαυσιν, καὶ τὴν ἔξοδον, καὶ τὴν εἴσοδον ἐπί- σταμαι. Ἀνάπαυσιν δὲ καθάπερ ἐγᾦμαι τὸν θάνατον 285 ὀνομάζει, ἔξοδόν τε καὶ εἴσοδον, τὴν εἰς πᾶν ὁτιοῦν 70.777 τῶν πρακτέων ὁδόν. Λανθάνει γὰρ ὅλως οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Προστιθεὶς δὲ, ὅτι Ὁ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, μο- νονουχί φησι, Οὐ δίχα ποινῆς δεδυσφημηκὼς ἔσῃ. Παρόψομαι γὰρ οὐδαμῶς τῶν σῶν ἀνοσίων ἐνθυμημά- των τὸ κακόηθες καὶ πικρὸν, ἀλλ' οἷον εἰς λύπην ἠρεθισμένος τοῖς σοῖς ἐπιθήσω θυμοῖς τὴν αὐτοῖς πρέπουσαν δίκην. 9Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου, καὶ χα- λινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἤρχου ἐν αὐτῇ.9 Ἐπειδήπερ ὁ Ἀσσύριος κτηνοπρεπεστάτην ἔχων τὴν ἀλογίαν κατεκερτόμει Θεὸν, καὶ οἷον ἀνασκιρ- τήσας εἰς ἀχάλινον ἀγριότητα τῆς τοῦ Θεοῦ δόξης παλιμφήμους ἠφίει φωνὰς, ταύτῃτοι καὶ μάλα εἰ- κότως ὡς ἐπὶ κτήνους φησὶν, ὅτι Φιμὸν ἐμβαλῶ εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, μονον- ουχὶ ταῖς τῶν πληγῶν ἐπαγωγαῖς ἀν

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.