Book IV Logos 2 rem early
Rem early: Book IV Logos 2 Isaian proclamation toward Christ.
Greek
αυτὸν εἶναι λέγει Θεὸς, ἀναφέρει πρὸς ἐννοίας τοῦ χρῆναι τιμᾷν, ὡς καὶ αὐτοῦ τοῦ εἶναι γενόμενον χορηγὸν, καὶ τῆς ὑπάρξεως αἴτιον τοῖς οὐκ οὖσί ποτε. Λέγων δὲ τοῖς ἡμαρτηκόσι τὸ, Ἔτι βοηθήσῃ. δίδωσι θαῤῥεῖν ὅτι καίτοι πολλαῖς καὶ ἀφύκτοις αἰτίαις ἐνειλημμένοις ἡμερότητός τε καὶ φιλανθρωπίας τετήρηται λείψανον. Καὶ ἀπείρξῃ ἂν οὐδὲν τοῦ σώζεσθαι καὶ αὐτοὺς, εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ τοῖς παρ' αὐτοῦ συμβαίνοντα νόμοις. 9Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην. Ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλο- γίας μου ἐπὶ τὰ τέκνα σου. Καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Οὗτος ἐρεῖ, Τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ. Καὶ ἕτερος ἐπιγράψει, Τοῦ Θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι τοῦ Ἰσραήλ.9 Ἔοικεν ἐν τούτοις Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομά-ζειν τὸν τῶν ἁγίων ἀποστόλων χορὸν ὡς ἑνὶ προσώπῳ νοούμενον. Ἓν γὰρ πάντες εἰσὶν ἐν Χριστῷ. Ἄθρει γὰρ ὅπως ἠγαπημένον αὐτὸν καὶ ἀπόλεκτον εἶναί φησι, καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς οὐκ ἂν πώποτε τοὺς τὴν εἰς αὐτὸν πίστιν ἠθετηκότας ὠνό- μασεν ἀγαπητοὺς καὶ ἐξειλεγμένους. Ἐπειδὴ δὲ ἐξ αἵματος ὄντες Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ, σκεύη γεγόνα-σιν τίμια καὶ ἀπόλεκτα, καὶ κέκληνται πρὸς ἱερουρ- γίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, δεῖν ᾠήθη ταῖς οὕτω λαμπραῖς στεφανῶσαι φωναῖς, ἅτε δὴ καὶ ἐσο- μένους ὡς φωστῆρας ἐν κόσμῳ, λόγον ἐπέχοντας ζωῆς, καὶ τῆς ὑφ' ἡλίῳ μυσταγωγούς. Μὴ φοβοῦ τοίνυν, φησὶ, τοῦτ' ἔστιν, ἀνδρίζου, καὶ ἴσχυε, τληπαθές τε καὶ νεανικὸν ἔχε τὸ φρόνημα, καὶ τὰς τῶν διωκόντων ἐπαναστάσεις καταγελῶν, βεβαίαν ἔχε τὴν πίστιν ἐπὶ τῷ Θεῷ. Πλεῖστοι γὰρ ὅσοι τοῖς ἱεροῖς διαμάχον- ται κηρύγμασι, καὶ ἀνταναστήσεται πληθὺς ἀνοσία τοῖς παρ' ὑμῶν ἀντιπράττουσα λόγοις. Ἀλλ' ἔσο δει- λίας ἀμείνων, φησὶν, ὄκνου τε καὶ ἀνανδρείας. Ἐγὼ γὰρ δώσω ὕδωρ τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἡδὺ μὲν γὰρ καὶ σωτήριον τοῖς ἐν τῇ διψάδι βαδίζουσι τὸ πηγαῖς ὑδάτων περιτυχεῖν. Τριπόθητόν τε, καὶ ἔτι μᾶλλον εἶναί φαμεν τοῖς κάμνουσι δι' εὐσέβειαν τὸ τοῖς θείοις τε καὶ νοητοῖς κατάρδεσθαι νάμασιν, ἤτοι ταῖς διὰ τοῦ πνεύματος παρακλήσεσι, δι' ὧν ἂν γέ- νοιτο τὸν ἀνθρώπινον νοῦν ἀτονήσαντά πως βραχὺ ἀνηῤῥωθῆναι πρὸς εὐανδρείαν. Ὕδωρ δὲ ἐν τούτοις, ὅπερ ὑπισχνεῖται τοῖς ἐν ἀνύδρῳ πορευομένοις χορη- γήσειν Θεὸς, τὸ Πνεῦμά φαμεν εἶναι τὸ ἅγιον. Ἔφη γοῦν αὐτὸς ὁ Σωτὴρ, καθὼς εἶπεν ἡ Γραφή· "6Ποτα- μοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς."6 70.921 ∆ιατρανῶν δὲ τῶν εἰρημένων τὴν δύναμιν ὁ πάνσοφο
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.