Commentary on Isaiah · §book4-logos2-rem-mid

Book IV Logos 2 rem mid

Rem mid: historia and spiritual theoria held together.

Greek

πᾶσαν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἀνακομίζοντος τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν, καὶ δικαιοῦν- τος ἐν πίστει, καὶ διαπρεπῆ τιθέντος δι' ἁγιασμοῦ, χαρὰ καὶ πανήγυρις παρὰ τοῖς ἄνω πνεύμασιν ἦν; Εὐφραινομένων τοίνυν τῶν οὐρανῶν, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν Ἰσραὴλ καὶ οὔτι που τὸν κατὰ σάρκα μόνον, 70.940 ἀλλὰ γὰρ καὶ τὸν κατὰ πνεῦμα νοούμενον· ἐσάλπισε τὰ θεμέλια τῆς γῆς, τοῦτ' ἔστιν οἱ τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοί· τούτων ἠχὴ διαπρύσια; προσηνέχθη πανταχοῦ, καὶ οἷά τινες σάλπιγγες ἀν- εφώνησαν ἱεραὶ, τὴν τοῦ Σωτῆρος δόξαν περιαγγέλ- λουσαι τοῖς ἁπανταχοῦ, καὶ καλοῦσαι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ τούς τε ἐκ περιτομῆς, καὶ τοὺς πάλαι τῇ κτίσει λατρεύοντας παρὰ τὸν Κτίστην. Θεμέλια δὲ τῆς γῆς ὠνομάσθαι φαμὲν αὐτοὺς, διὰ ποίαν αἰ- τίαν; Ἔστι μὲν γὰρ ἁπάντων θεμέλιος καὶ ἀκατά- σειστος ὑποβάθρα Χριστὸς, ὁ ἀνέχων ἅπαντα, καὶ διακρατῶν εἰς τὸ εὖ εἶναι τὰ ἐρηρεισμένα· ἐπ' αὐτῷ γὰρ πάντες ἐποικοδομούμεθα, οἶκος πνευματικὸς συναρμολογούμενοι διὰ Πνεύματος εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον αὐτοῦ. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως, θεμέλιοι δὲ προσεχέστεροι, καὶ ἐγγὺς μᾶλλον, ἢ καθ' ἡμᾶς νοηθεῖεν ἂν ἀπόστολοί τε καὶ εὐαγγελισταὶ, γεγονότες μὲν αὐτόπται καὶ ὑπ- ηρέται τοῦ λόγου, γενόμενοι δὲ καὶ εἰς ἑδραίωμα πίστεως. Ταῖς γὰρ αὐτῶν παραδόσεσιν ἕπεσθαι δεῖν ἐγνωκότες, εὐθῆ καὶ ἀδιάστροφον τῷ Χριστῷ τὴν πίστιν τηρήσομεν. Εἵρηται γάρ που παρ' αὐτοῦ πρὸς τὸν θεσπέσιον Πέτρον (ὅτε σοφῶς καὶ ἀνεπιπλήκτως τὴν εἰς αὐτὸν πίστιν ὁμολογῶν ἔφασκεν· Σὺ εἶ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος)· "6Σὺ εἶ Πέτρος. καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκκλη- σίαν,"6 πέτραν, οἶμαι, λέγων τὸ ἀκράδαντον εἰς πίστιν τοῦ μαθητοῦ. Εἴρηται δέ που καὶ διὰ τῆς τοῦ Ψάλ- λοντος φωνῆς· "6Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις."6 Ὄρεσι δὲ παρεικαστέον ἁγίοις εὖ μάλα τοὺς ἁγίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς, ὧν ἡ γνῶσις τοῖς μετ' αὐτοὺς θεμελίου δίκην ἐρήρεισται, μεταπί- πτειν οὐκ ἐῶσα πρὸς τὸ ἀδόκιμον εἰς πίστιν τοὺς δι' αὐτῶν σεσαγηνευμένους. Σαλπίζουσι τοίνυν τὰ θεμέ- λια τῆς γῆς· πλὴν ὅρα τὴν ἐπιτήρησιν. Ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος ἦν ὁ Μωϋσῆς. Οὐ γὰρ ἦν ὁ νόμος ἐξάκουστος, πλὴν ὅτι τοῖς κατὰ μόνην τὴν Ἰου- δαίαν. Σαλπίσατέ γε μὴν, 345 οἱ τὰ Χριστοῦ πρεσβεύον- τες. "6Ἐξῆλθε γὰρ εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν."6 Βοᾷν δὲ τοῖς ὄρεσιν εὐφροσύνην προστέταχε· τὰ δὲ θεμέλια τῆς γῆς, ὄρη πάλιν ἐν τούτοις εἰπών· ἀπό- βλεπτοι γὰρ καὶ διαφανεῖς οἱ θεσπέσιοι μαθηταὶ, ἔργῳ τε καὶ λόγῳ διαπρεπεῖς, καὶ τοῖς ἁπανταχοῦ γν

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.