Commentary on Isaiah · §logos5-rem-early

Book I Logos 5 rem early

Rem early: Isaian oracles of Book I Logos 5; Book I approaching close.

Greek

συμβέβηκε τῶν ἀπευκτῶν αὐτοῖς. Πεπόρθηται γὰρ ἡ Σαμάρεια, κατέδραμον δὲ καὶ τὴν Ἰουδαίαν τὰ περίοικα τῶν ἐθνῶν, Ἰδου- μαῖοι, Μωαβίται, καὶ οἱ ἐκ τῆς Φιλιστιείμ. Πεπόν- θασι τοίνυν πολλὰ δεινὰ, καὶ ἡμερῶν πεπείρανται σκληρῶν, οὗτοί τε κἀκεῖνοι. Ἡμέρας τοίνυν, φησὶν, ἐπάξει 74 Θεὸς, ὧν ἴσαι οὔπω γεγόνασιν, ἤτοι ἀφίκοντο καθ' ὑμῶν ἐξ ἐκείνου τοῦ καιροῦ, ἀφ' οὗ ἀφεῖλεν, ἤτοι ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα. Ποῖος δὲ ἡμῖν οὗτος ὁ καιρὸς, ἢ τίνες αἱ ἡμέραι; Ὁ βασι- λεὺς, φησὶν, Ἀσσυρίων, τοῦτ' ἔστιν, ὁ Ναβουχοδονόσορ, ὃς πεπόρθηκε τὰ Ἱεροσόλυμα, καὶ κατὰ κράτος εἷλε πᾶσαν τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ τὸν θεῖον ναὸν, καὶ οὐδὲν τὸ παράπαν τῶν εἰς ὠμό- τητα θηριοπρεπῆ παραλέλοιπεν, ὃ μὴ κατὰ παντὸς δεδρακὼς εὑρίσκηται τοῦ ἔθνους. 9Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων· καὶ ἐλεύσονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥα- γάδα, καὶ ἐν παντὶ ξύλῳ.9 70.209 Κατευρύνει τὸ διήγημα, καὶ δίεισι λεπτῶς τοῦ πολέμου τὴν ἔφοδον, καὶ ὅτι πᾶσαν αὐτῶν κατανεμη- θήσονται γῆν, κώμας τε καὶ πόλεις, οἱ κατ' αὐτῶν ἥξοντες κατὰ καιρούς. Χρῆναι δὲ οἶμαι τὰ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν γεγραμμένα πάλιν εἰπεῖν, πρὸς τὴν τῶν ἐσομένων ἀκριβῆ διασάφησιν. Γέγονε τοίνυν υἱὸς μὲν τοῦ Ἄχας, πρὸς ὃν νῦν ὁ λόγος, Ἐζεχίας, Ἐζεχίου δὲ Μανασῆς· Μανασῆ δὲ Ἀμώς. Τούτου δὲ παῖς Ἰωσίας ἀνὴρ εὐσεβὴς, πλὴν ἀπεβίω τοιῷδέ τινι τρόπῳ. Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου τὴν ἐνεγκοῦσαν ἀφεὶς ἐξέθει πανστρατιᾷ καὶ κατὰ τῆς Ἀσσυρίων ἠπείγετο γῆς. ∆εδιώς τε τοίνυν ὁ Ἰωσίας, μὴ ἄρα πως καὶ κατὰ τῆς Ἰουδαίας ἐλθὼν, ὑπὸ χεῖρά τε τὴν ἑαυτοῦ λάβοι, καὶ κατάρξειεν αὐτῆς, ἀντεξάγειν ἤθελε, καίτοι τοῦ Φαραὼ τὴν πρὸς αὐτὸν παραιτουμένου μάχην· ἐνιστάμενος δὲ τετελεύτηκεν ἐν τῷ πολέμῳ, καὶ κατεκράτησε τῆς Ἰουδαίων γῆς ὁ Αἰγύπτιος, εἰς τοῦτο δὲ διήλασεν ἰσχύος, ὥστε καὶ βασιλεύσαντα τὸν Ἰωαχὰς τὸν Ἰωσίου παῖδα μετα-στῆσαι τῆς βασιλείας, καὶ δεδεμένον εἰσενεγκεῖν εἰς τὴν ἑαυτοῦ χώραν, καὶ χειροτονῆσαι βασιλέα τὸν Ἐλιακεὶμ, καὶ δασμοὺς ἐπιθεῖναι τῷ ἔθνει, καὶ χρημάτων ἄθροισιν αἰτῆσαι πολλήν. Εἶτα βασιλεύ- σαντος τῆς Ἰουδαίας Ἐλιακεὶμ ἐπ' ἔτεσιν ὅλοις ἕν- δεκα τὸν ἀριθμὸν, διαδέχεται τοὺς θάκους Ἰεχονίας υἱὸς αὐτοῦ· εἶτα μετὰ τοῦτον Σεδεκίας, οὗ τὴν βα- σιλείαν διέποντος, κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς καὶ πάσας κατεμπρήσας, καὶ προσθεὶς ταῖς ἄλλαις πόλεσιν καὶ αὐτὴν τὴν Ἱερου- σαλὴμ, εἷλεν αἰχμάλωτον τὸν Ἰσραὴλ, ὁμοῦ τοῖς σκεύεσι τοῖς

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.