Matthew 10:40
“The one who receives you,” he says, “who preach the truth, receives that divinity itself — that is, the Father and the Son and the Holy Spirit. For this is what he means: the one who receives you receives me, and the one who receives me receives the Father himself.”
Greek
Τούτους τοὺς δώδεκα μαθητὰς καὶ ὁ νόμος προανετύπου καὶ οἱ προφῆται προανεκήρυξαν. γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ· "καὶ λήμ ψεσθε σεμίδαλιν καὶ ποιήσατε αὐτὴν δώδεκα ἄρτους, καὶ ἐπιθήσετε αὐτοὺς ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου, καὶ ἐπιθήσετε λίβανον καὶ ἅλας"· ἄρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν "καὶ ζωὴν διδοὺς τῷ κόσμῳ" αὐτός ἐστιν ὁ Χριστός, κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν ἄρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον τρέφουσιν καὶ αὐτοὶ διὰ τῶν οἰκείων συγγραμ μάτων τοὺς "πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην". ὥσπερ δὲ "φῶς" ὑπάρχων "τὸ ἀληθινὸν" ὁ σωτὴρ φῶς ὠνόμασε αὐτούς ("ὑμεῖς" γάρ, φησίν, "ἐστὲ τὸ φῶς τοῦ κόσμου")· οὕτως αὐτὸς ὢν "ὁ ἄρτος τῆς ζωῆς" ἐχαρίσατο καὶ τοῖς μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν ἄρτων. καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές. "ἐπιθήσετε" γάρ, φησίν, ἐπὶ τοὺς ἄρτους "λίβανον καὶ ἅλας". καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον, οἱ δὲ ἅλες φρενῶν καὶ συνέσεως. ἐνυπῆρχον δὲ ἄκρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις· εὐώδης γὰρ ἦν ὁ βίος αὐτῶν καὶ γοῦν ἔφασκον· "Χριστοῦ εὐωδία ἐσμὲν" τῷ Χριστῷ. ἦσαν δὲ πρὸς τούτῳ καὶ πανσύνετοι. διὸ καὶ ἤκουσαν· "ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς". ἀκούω δὲ τοῦ προφήτου ∆αβὶδ ψάλλοντος περὶ αὐτῶν· "ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ"· σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ καὶ φωστῆρες γεγόνασιν οἰκουμενικοὶ λόγον ἐπίσχον τες ζωῆς, ἄνθρωποι χειροτέχναι γεγονότες καὶ θαλασσουργοὶ καὶ ἰχθυο θῆραι, οὐ λέξεων ἔχοντες εὐπορίαν δεδοκιμασμένων, ἀλλ' "ἰδιῶται" μὲν "τῷ λόγῳ", πλούσιοι δὲ "τῇ γνώσει". τούτους ἐδήλου ὁ θεὸς καὶ διὰ φωνῆς Ἰερεμίου λέγων περὶ τοῦ σατανᾶ· "οὐαὶ ὁ πληθύνων αὐτῷ 12 τὰ οὐκ ὄντα αὐτοῦ, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς"· ἅπαντας μὲν γὰρ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ συνήγαγεν ὁ σατανᾶς καὶ ἰδίους ἀπέφηνε προσκυνητάς, ἀλλ' ἠγέρθησαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς διδασκαλίας τὸ δίκτυον ἅπαν τας τοὺς πεπλανημένους καὶ προσεκόμισαν τῷ θεῷ τὴν ὑπ' οὐρανόν.
About this text
Catena fragments on Matthew (CPG 5206). Contents follow Matthew chapter and verse. Edition fragment numbers stay in About this text and under each passage.
English follows the named copy-text (Aegean/khazarzar Migne PG 72 extract). Other prints were checked as noted; no silent merge of recensions.
Witnesses
- Copy-text Migne PG 72 Commentarii in Matthaeum (Aegean Digital Patrologia / khazarzar) (Greek · CPG 5206 catena fragments (290 parsed heads))
- Checked print matia.gr mirror of same Aegean extract (Greek · Byte-identical PDF; integrity check only)
- Checked print Internet Archive PG 72 volume OCR (bim … 1859_72) (Greek (OCR damaged) · Locus confirmation only; not used as reading text)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.