Matthew 26:23
We will not surely understand from this that none of the other disciples, but only Judas, dipped the morsel in the bowl with him. I think what was said has some such sense: he wants to say, as is likely, that the betrayer will be the one who dipped his hand with me in the bowl (Matthew 26:23) — that is, the fellow diner and table-mate, sharer and participant of table and of salt. For thus he also was accusing him through the voice of blessed David, saying, “But you, man of equal soul, who sweetened foods for me at the same table.” (Psalm 55:13) And again, “He who eats my bread has lifted up his heel against me.” (Psalm 41:9) John made this very point more clearly; for he said the Lord had said, “It is that one to whom I will give the morsel when I have dipped it.” (John 13:26)
Greek
Οὐ δήπου νοήσομεν ἐκ τούτου τῶν μὲν ἄλλων οὐδένα μαθητῶν, μόνον δὲ τὸν Ἰούδαν ἐμβάψαι τὸ ψωμίον ἐν τῷ τρυβλίῳ μετ' αὐτοῦ. οἶμαι δὲ ἔγωγε τοιαύτην ἔχειν διάνοιαν τὸ εἰρημένον· βούλεται γὰρ εἰπεῖν κατά γε τὸ εἰκός, ὅτι προδότης ἔσται ὁ ἐμβάψας μετ' ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, τοῦτ' ἔστιν ὁ συνδειπνητὴς καὶ συνέστιος καὶ τραπέζης καὶ ἁλῶν κοινωνός τε καὶ μέτοχος· οὕτω γὰρ αὐτὸν καὶ διὰ φωνῆς τοῦ 38 μακαρίου ∆αβὶδ ᾐτιᾶτο λέγων· "σὺ δέ, ἄνθρωπε ἰσό ψυχε, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα". καὶ πάλιν· "ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν". αὐτὸ δὲ τοῦτο σαφέστερον ὁ Ἰωάννης ἐποίησεν· ἔφη γὰρ εἰρηκέναι τὸν κύριον, ὅτι "ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ βάψας δώσω τὸ ψωμίον".