Matthew 26:47–50
Perhaps Judas thought he could escape notice, holding forth a kiss as a type of love while having a heart full of unholy plans. So he approaches Christ as from drunkenness, expecting to declare the exceptional virtue an instrument of deceit and of love, and he was also adding, “Rejoice, Rabbi.” (Matthew 26:47–50) Do you say “rejoice” to the one ensnared toward death through you? Are you not even ashamed of the shape of the betrayal? But from here one could see that, having the liar in himself — that is, Satan — he was also lying when he said “rejoice.” And Christ accepted being kissed — and he became harsher than every beast of gentleness.
Greek
Τάχα που ᾠήθη ὁ Ἰούδας δύνασθαι λαθεῖν φίλημα μὲν προτείνων εἰς τύπον ἀγάπης, ἀνοσίων δὲ σκεμμάτων μεστὴν ἔχων τὴν καρδίαν. οὐκοῦν ὡς ἐκ μέθης προσέρχεται τῷ Χριστῷ δόλου καὶ ἀγάπης ὄργανον τὴν ἐξαίρετον ἀρετὴν ἀποφαίνειν προσδοκῶν, προσετίθει δὲ καὶ τὸ χαῖρε ῥαββί. χαῖρε λέγεις τῷ παγιδευθέντι πρὸς θάνατον διὰ σοῦ; οὐδὲ τὸ σχῆμα τῆς προδοσίας αἰσχύνῃ; ἀλλ' ἦν ἐντεῦθεν ἰδεῖν, ὅτι τὸν ψεύστην ἔχων ἐν ἑαυτῷ, τοῦτ' ἔστιν τὸν σατανᾶν καὶ χαῖρε λέγων ἐψεύδετο. καὶ τὸ φιληθῆναι κατεδέξατο ὁ Χριστός–καὶ τῆς ἡμερότητος θηρίου παντὸς χαλεπώτερος γέγονεν.