Matthew 26:42–44
He intensifies the prayer and weaves through the same words, setting what concerns himself beside us as outline and pattern. For I think we must not offer a prayer only once according to eagerness, but rather approach frequently and not blush at repeating the same until our requests depart to an end for us. For this reason Christ also made a third prayer about the same things, though he knew the will of God the Father very clearly; rather, through the third he was confirming that he had become human (Matthew 26:42–44).
Greek
Ἐπιτείνει τὴν προσευχὴν καὶ διὰ τῶν αὐτῶν ἐξυφαίνει λόγων ὑποτύπωσιν καὶ ὑπογραμμὸν τὰ καθ' ἑαυτὸν ἡμῖν παρατιθείς· οἶμαι γὰρ δεῖν οὐχὶ μίαν ἡμᾶς τὸ κατὰ προθυμίαν <προσευχὴν προσάγειν>, προσιέναι δὲ μᾶλλον συχνῶς καὶ ταυτολογοῦντας οὐκ ἐρυθριᾶν ἄχρις ἂν ἡμῖν εἰς πέρας ἐξοίχοιτο τὰ αἰτήματα· διὰ γὰρ τοῦτο καὶ τρίτην εὐχὴν περὶ τῶν αὐτῶν ἐποιεῖτο Χριστὸς καίτοι μάλα σαφῶς τὴν τοῦ θεοῦ καὶ πατρὸς ἐπιστάμενος βούλησιν· μᾶλλον δὲ διὰ τοῦ τρίτου ἐβεβαίου, ὅτι ἄνθρωπος γέγονεν.