Matthew 27:46
The Lord spoke this cry as a human, so that he might set right for our human nature the freedom to say boldly to God, “Why have you abandoned me?” (Matthew 27:46) — for only the pure and those outside sin may say this without fear. And when he says “my God” to the Father, he undergoes no harm regarding his own divinity and glory, being God by nature, whenever as a human he says what befits humanity — since we too, if we call God Father, do not thereby cast off being humans by nature and creatures of God, even if by grace God calls us into sonship through faith in Christ.
Greek
Εἶπεν ὁ κύριος τὴν φωνὴν ταύτην ὡς ἄνθρωπος, ἵνα κατορθώσῃ τῇ ἡμετέρᾳ τῶν ἀνθρώπων φύσει τὸ μετὰ παρρησίας λέγειν πρὸς τὸν θεόν, ἵνα τί με ἐγκατέλιπες· μόνοις γὰρ τοῖς καθαροῖς καὶ ἁμαρτίας ἐκτός ἐστιν ἀδεὲς τοῦτο λέγειν. λέγων δὲ θεέ μου πρὸς τὸν πατέρα οὐδὲν ὑπομένει βλάβος περὶ τὴν οἰκείαν θεότητα καὶ δόξαν φύσει θεὸς ὤν, ὅταν ὡς ἄνθρωπος λέγῃ ταῦτα τὰ τῇ ἀνθρωπότητι πρέποντα, ἐπεί περ καὶ ἡμεῖς, ἐὰν καλῶμεν τὸν θεὸν πατέρα, οὐ παρὰ τοῦτο ἀπεβαλό μεθα τὸ εἶναι ἄνθρωποι φύσει καὶ κτίσματα θεοῦ, κἂν κατὰ χάριν ἡμᾶς ὁ θεὸς εἰς υἱότητα καλῇ διὰ τὴν εἰς Χριστὸν πίστιν.