Fragments on Matthew · §282 · Cyril of Alexandria

Matthew 27:50

Something great and exceptional was accomplished for our souls through Christ. Since we have been justified through faith in God, and in him human nature was found enriched with faultlessness, he has opened something new for us: that souls released from bodies no longer run into Hades as before, but are rather sent into the hands of the living God. Knowing this, holy Stephen said, “Lord Jesus, receive my spirit.” (Acts 7:59) And another of the apostles writes, “So that those who suffer according to God’s will should also entrust their souls to a faithful Creator.” (1 Peter 4:19)

Greek

Μέγα καὶ ἐξαίρετον κατωρθώθη διὰ Χριστοῦ ταῖς ἡμετέραις ψυχαῖς· ἐπειδὴ γὰρ δεδικαιώμεθα διὰ τῆς εἰς θεὸν πίστεως καὶ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις ηὑρέθη πλουτήσασα, κεκαι νοτόμηκεν ἡμῖν τὸ μηκέτι μὲν εἰς ᾅδου τρέχειν τὰς τῶν σωμάτων ἀπαλλατ τομένας ψυχὰς καθὰ καὶ πρώην, πέμπεσθαι δὲ μᾶλλον εἰς χεῖρας θεοῦ ζῶντος. καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος· "κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου". καὶ ἕτερος δὲ γράφει τῶν ἀποστόλων· "ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς" ἑαυτῶν "ψυχάς".

Report a mistake in this passage