Matthew 27:51
The tearing of the veil was no unclear sign that the temple itself all but mourned, and those brought down into ruin and destruction who crucified the Master of that very temple — perhaps also convicting them, through the custom among them, of impiety against Christ. For it was a Jewish custom to tear clothing around when God was blasphemed. But what happened also seems to hint something else needful for our benefit: the veil that hid the holies of holies within, when the time arrived in which the law’s shadow had to be drawn together and the worship in types to cease, and the holies of holies to be opened to those justified through faith in Christ, is torn around, God as it were showing them to the worthy, so that henceforth, with nothing restraining, those who go in Christ’s track may run into the inner tent (Matthew 27:51).
Greek
Τὸ διαρραγῆναι τὸ καταπέτασμα σημεῖον ἦν οὐκ ἀσυμφανὲς τοῦ καὶ αὐτὸν μονονουχὶ πενθῆσαι τὸν ναὸν καὶ τοὺς εἰς ὄλεθρον καὶ ἀπώ λειαν κατενηνεγμένους, οἳ τὸν αὐτοῦ τοῦ ναοῦ δεσπότην ἐσταύρωσαν· ἴσως δὲ καὶ ἐπὶ δυσσεβείᾳ τῇ κατὰ Χριστοῦ διὰ τῆς παρ' αὐτοῖς συνη θείας ἐλέγχοντος αὐτοὺς τοῦ συμβεβηκότος· ἔθος γὰρ ἦν Ἰουδαίοις τὴν ἐσθῆτα περιρρήγνυσθαι βλασφημηθέντος θεοῦ. ἔοικε δέ τι καὶ ἕτερον τῶν ἀναγκαίων εἰς ὄνησιν ὑπεμφαίνειν ἡμῖν τὸ γεγενημένον· τὸ γὰρ καταπέτασμα κρύπτον εἴσω τὰ ἅγια τῶν ἁγίων ἐνστάντος καιροῦ, καθ' ὃν ἔδει συστέλλεσθαι τὴν τοῦ νόμου σκιὰν καὶ τὴν ἐν τύποις καταλῆξαι λα τρείαν, ἀνεῳχθῆναι δὲ τὰ ἅγια τῶν ἁγίων τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοις, περιρρήγνυται δεικνύοντος ὥσπερ αὐτὰ τοῦ θεοῦ τοῖς ἀξίοις, ἵνα λοιπὸν εἴργοντος οὐδενὸς εἰς τὴν ἐσωτέραν τρέχωσι σκηνὴν οἱ κατ' ἴχνος ἰόντες Χριστοῦ.