Matthew 28:17
John speaks of other visions; <the one> Matthew speaks of here the eleven saw, and not only they, but also the many, as is likely.
Greek
Εὐχαριστεῖ ὁ κύριος λαβὼν τὸ ποτήριον, τοῦτ' ἔστιν ἐν σχήματι προσευχῆς διαλέγεται τῷ θεῷ καὶ πατρὶ κοινωνὸν ὥσπερ αὐτὸν καὶ συνευδοκητὴν ἀποφαίνων τῆς δοθησομένης ζωοποιοῦ εὐλογίας ἡμῖν, ἅμα δὲ καὶ ἡμῖν τύπον διδοὺς πρῶτον εὐχαριστεῖν καὶ οὕτω κλᾶν τὸν ἄρτον καὶ διαδιδόναι. διὸ καὶ ἡμεῖς ἐπ' ὄψεσι θεοῦ τὰ προειρημένα τιθέντες δεόμεθα ἐκτενῶς εἰς εὐλογίαν ἡμῖν μεταπλασθῆναι τὴν πνευμα τικήν, ἵνα μετασχόντες αὐτῶν ἁγιασθῶμεν σωματικῶς καὶ πνευματικῶς. δεικτικῶς δὲ εἶπε τοῦτό μού ἐστιν σῶμα καὶ τοῦτό μού ἐστιν τὸ αἷμα, ἵνα μὴ νομίσῃς τύπον εἶναι τὰ φαινόμενα, ἀλλὰ διά τινος ἀρρή του ἐνεργείας τοῦ πάντα ἰσχύοντος θεοῦ μεταποιεῖσθαι εἰς σῶμα καὶ αἷμα Χριστοῦ κατὰ τὸ ἀληθὲς τὰ παρενηνεγμένα, ὧν μετασχόντες τὴν ζωοποιὸν καὶ ἁγιαστικὴν δύναμιν τοῦ Χριστοῦ εἰσδεχόμεθα· ἔδει γὰρ αὐτὸν διὰ τοῦ ἁγίου πνεύματος ἐν ἡμῖν θεοπρεπῶς συνανακίρνασθαι ὥσπερ τοῖς ἡμετέροις σώμασι διὰ τῆς ἁγίας σαρκὸς αὐτοῦ καὶ τοῦ τι μίου αἵματος. ἃ δὴ καὶ ἐσχήκαμεν εἰς εὐλογίαν ζωοποιὸν ὡς ἐν ἄρτῳ τε καὶ οἴνῳ, ἵνα μὴ ἀποναρκήσωμεν σάρκα τε καὶ αἷμα προκείμενα βλέποντες ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν· συγκαθιστάμενος γὰρ ὁ θεὸς ταῖς ἡμετέραις ἀσθενείαις ἐνίησι τοῖς προκειμένοις δύναμιν ζωῆς καὶ μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν τῆς ἑαυτοῦ ζωῆς. καὶ μὴ ἀμφιβάλῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς αὐτοῦ λέγοντος ἐναργῶς τοῦτό μού ἐστιν τὸ σῶμα καὶ τοῦτό μού ἐστιν τὸ αἷμα, δέχου δὲ μᾶλλον πίστει τοῦ σωτῆρος τὸν λόγον· ἀλήθεια γὰρ ὢν οὐ ψεύδεται.
About this text
Catena fragments on Matthew (CPG 5206). Contents follow Matthew chapter and verse. Edition fragment numbers stay in About this text and under each passage.
English follows the named copy-text (Aegean/khazarzar Migne PG 72 extract). Other prints were checked as noted; no silent merge of recensions.
Witnesses
- Copy-text Migne PG 72 Commentarii in Matthaeum (Aegean Digital Patrologia / khazarzar) (Greek · CPG 5206 catena fragments (290 parsed heads))
- Checked print matia.gr mirror of same Aegean extract (Greek · Byte-identical PDF; integrity check only)
- Checked print Internet Archive PG 72 volume OCR (bim … 1859_72) (Greek (OCR damaged) · Locus confirmation only; not used as reading text)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.