Commentarii in Zacchariam · §u16-open

Commentarii in Zacchariam Unit 16 opening

Unit 16.

Lemma-led open — εἰς δικαιοσύνην λελόγισται

Greek

συναναπαύσηται αὐτῷ. 2.252 Ἡ ἐν ταῖς πλατείαις τῆς καλλιπόλεως παρρησίαν ἄγουσα σοφία, ἐν ᾗ τὰ πάντα ὁ δημιουργὸς εἰς οὐσίαν ἤγαγεν, οὐκ ἀλλαχοῦ που ἢ ἐπ' ἄκρων τῶν τειχέων κηρύττεται πρὸς τῶν νυκτοφυλακούντων καὶ φρουρούντων τὴν θείαν πόλιν, κατὰ τὴν τοῦ Ἠσαΐου φωνὴν ἐκ προσώπου τοῦ παμβασιλέως οὕτως εἰρημένην· «Ἐπὶ τῶν τειχέων σου κατέστησα φύλακας ἡμέρας καὶ νυκτός, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνῃσκόμενοι Κυρίου.» 2.253 Ἐν ταῖς ἀποδοθείσαις θείαις πλατείαις τῆς μακαρίας πόλεως ἔτι καθίσονται ὡς καὶ πρότερον σπουδαῖοι πρεσβῦται καὶ πρεσβυτίδες, μετὰ χεῖρας ἔχοντες τὰς ἰδίας ῥάβδους, τοῦτο μὲν βασιλείας σύμβολα, τοῦτο δὲ ἱερατείας τυγχανούσας, ἔτι μὴν καὶ παιδευτικῶν λόγων. 2.254 Πρεσβυτέρους δὲ ἐκλαβεῖν προσήκει τοὺς φρονήσει πεπωλιωμένους, κατὰ τὸ φερόμενον ἐν τῇ παναρέτῳ Σοφίᾳ τοῦ Σαλωμῶνος οὕτως ἔχον· «Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστιν φρόνησις ἐν ἀνθρώποις, καὶ γῆρας βίος ἀκηλίδωτος.» Αὕτη ἡ πνευματικὴ ἡλικία πρόσην τῷ φίλῳ Θεοῦ χρηματίσαντι, οὗ ἡ πίστις «εἰς δικαιοσύνην λελόγισται» Ἀβραάμ. 2.255 Εἴρηται γὰρ ὑπὸ τοῦ ἱεροφάντου Μωϋσέως ἐν Κοσμοποιΐᾳ· «Ἐκλιπὼν Ἀβραὰμ ἀπέθανεν, τραφεὶς ἐν γήρει καλῷ, πρεσβύτερος καὶ πλήρης ἡμερῶν.» Οὐ γὰρ διὰ πλῆθος ἐνιαυτῶν τῶν ἐκ τοῦ αἰσθητοῦ ἡλίου κύκλων ταῦτ' εἴρηται. Πολυετεστέρων γὰρ ὄντων τῶν πρὸ αὐτοῦ γεναμένων, οὐδεὶς ἐκείνων πρεσβύτερος ἐλέχθη οὐδὲ πλήρης ἡμερῶν. Πρῶτος γὰρ ἀνθρώπων ὁ τοῦ Ἰσαὰκ πατὴρ ἀπὸ πρεσβείων τῶν ἐξ ἀρετῆς ὠνομάσθη πρεσβύτερος. 2.256 Περὶ τῶν οὕτως γνώμης καὶ πολιτείας καὶ νοητῆς ἡλικίας ἐχόντων, ὁ τῶν ὅλων αἴτιος καὶ πάντων ἀγαθῶν χορηγὸς πρὸς τὸν 67 πιστὸν θεράποντα ἑαυτοῦ φησιν· «Κατάστησον μετὰ σεαυτοῦ ἑβδομήκοντα πρεσβυτέρους, οὓς αὐτὸς οἶδας ὅτι εἰσὶν πρεσβύτεροι.» Ἐξ οὗ παρίσταται ὅτι οὐχ ἡ κατάστασις καὶ ἡ χειροτονία ποιεῖ πρεσβύτερον τὸν οὐκ ὄντα πρότερον, ἀλλ' ἀναδείκνυσιν καὶ φανεροῖ. Ἀκριβῶς γὰρ προσετάγη χειροτονεῖσθαι οὓς οἶδεν ὁ προάγων ἤδη ὄντας τοιούτους. 2.257 Ἴσον δύναται καὶ τὸ ἐν Ἰωήλ, ἑνὶ τῶν ∆ώδεκα Προφητῶν, προσταττόμενον «ἐκλέξασθαι πρεσβυτέρους» τοὺς ἤδη ὄντας, οὐ προηγουμένης τῆς ἐκλογῆς, ἀλλ' ἐπιγινομένης ὑπὲρ ἀναδείξεως τῶν ἤδη τὴν ἀρετὴν καὶ τὰ πρεσβεῖα αὐτῆς κεκτημένων. Περὶ τῶν ταύτην τὴν τιμὴν ἐχόντων, ἐν Παροιμίαις γέγραπται· «∆όξα πρεσβυτέρων πολιαί», αἱ ἐκ φρονήσεως δηλονότι. 2.258 Τοῖς οὕτω μνημονευθεῖσι πρεσβυτέροις ἰσότιμοι καὶ ἰσοσθενεῖς ὑπάρχουσι καὶ κατὰ τὴν καινὴν διαθήκην. Γράφων γοῦν ὁ Ἀπόστολος Τίτῳ τῷ ἑαυτοῦ μαθητῇ, πρὸς ἑτέροις καὶ τοῦτ' ἐχάραξεν· «Τούτου χάριν ἀπέλιπόν σε ἐν τῇ Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καθὼς διεταξάμην σοι, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους.» Λέγει δὲ τὰ χαρακτηρικὰ τῶν προαγομένων, τῶν εἰς τοὺς ἐκκλησιαστικοὺς βαθμοὺς ταττομένων· μονογαμίαν, ἐκτροφὴν τέκνων βελτίστην, καὶ κατὰ τὰς λοιπὰς ἀρετὰς πεποιωμένους, οὓς καὶ ἐπισκόπους καλεῖ ἀρχαίᾳ συνηθείᾳ, ὡς καὶ ἐν ἄλλοις εἰρήκαμεν. 2.259 Αὐτίκα γοῦν ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων φέρεται ὡς «μετεκαλέσατο Παῦλος τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας», οἷς καί φησιν· «Ὑμᾶς ἔθετο τὸ ἅγιον Πνεῦμα ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν, ἣν περιεποιήσατο τῷ ἰδίῳ αἵματι», καὶ τὰ ἑξῆς. Τοῖς τοῦτον τὸν βαθμὸν ἔχουσιν, ὁ κορυφαιότατος τῶν Χριστοῦ μαθητῶν Πέτρος προσφωνεῖ ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ· «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ.» Τί δ' ἐστὶν ὃ παρακαλεῖ ἴδωμεν, ἢ ποιμαίνειν τὴν Χριστοῦ ἀγέλην, μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως, ἵνα, τοῦ ἀρχιποίμενος φανερωθέντος, κομίσωνται τὸν ἀμαράντινον τῆς δόξης στέφανον. 2.260 Οἱ ἀποδοθέντες κατὰ ἀμφοτέρας τὰς διαθήκας πρεσβύτεροι, βασιλεῖς κατὰ τὸν Ἀβραὰμ ὄντες, κατὰ τὸ λεχθὲν ὑπὸ τῶν ἐγνωκότων τὴν ὑπεροχὴν αὐτοῦ· «Βασιλεὺς

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.