Commentarii in Zacchariam · §u17-rem-close

Unit 17 rem close

Rem CLOSEOUT: Unit 17 CLOSEOUT.

Greek

τοῦ ἐκπορευομένου καὶ εἰσπορευομένου, τῶν ἀνθρώπων ἀποστελλομένων πρὸς τοῦ εἰρηνικῶς βασιλεύοντος «ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ» κατ' ἀλλήλων ἀεὶ φονώντων καὶ ταραττομένων. 2.325 Τὴν τοιαύτην ἀγρίαν κατάστασιν ὑπογράφων, ὁ ὑμνῳδὸς ἐν Ψαλμῷ ἑνδεκάτῳ φησίν· «Μάταια ἐλάλησεν ἕκαστος ἐν τῇ καρδίᾳ αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ αὐτῶν ἐλάλησαν.» Ἰσοδυναμούντως καὶ ὁ Ἰερεμίας περὶ τῶν οὕτως ἐπικειμένων κατ' ἀλλήλων λέγει· «Μὴ καταπιστεύετε ἐν φίλοις, καὶ ἐπ' ἀδελφοῖς μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ καὶ πᾶς φίλος δολίως πορεύσεται· ἀλήθειαν οὐ μὴ λαλήσουσιν, μεμάθηκεν γλῶσσα αὐτῶν λαλεῖν ψεύδη.» Περὶ τῶν τοιούτων καὶ ὁ ἱεροψάλτης ∆αυὶδ βοᾷ· «Ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργῇ λόγους διαλογίζονται.» Καὶ ὁ προφήτης πάλιν λέγει· «Τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν», ὁ δολερὸς καὶ ἀπατηλὸς δηλονότι. 2.326 Τῶν οὕτω σπουδαζόντων καὶ «τὰ τῆς σαρκὸς ἔργα» πραττόντων, κἂν ἄνθρωποι δοκῶσιν εἶναι, ὁ μισθὸς εἰς ὄνησιν οὐκ ἔσται οὐδ' ὁ τῶν κτηνωδεστέρων ὑπάρξει. 2.327 Κτήνη ἐν τούτοις ἐκλημπτέον τοὺς φιληδόνους καὶ φιλοπαθεῖς, ἀνθρώπους δὲ τοὺς πρεσβεύοντας τὴν ψευδώνυμον γνῶσιν καὶ «τὴν σοφίαν τούτου τοῦ αἰῶνος καὶ τῶν ἀρχόντων αὐτοῦ», ὀνήσιμον μισθὸν οὐκ ἔχουσαν τῷ καταργεῖσθαι καὶ μὴ μένειν μετὰ τὸν αἰῶνα τοῦτον καὶ τὴν κατ' αὐτὸν ζωήν. Φανέντος γὰρ κατὰ τὸν μέλλοντα αἰῶνα τοῦ φωτὸς τοῦ ἀληθινοῦ, λυθήσεται πᾶσα ἀπάτην ἔχουσα σοφιστεία καὶ ἄλογος ἡδονή, ὥστε μηκέτι τὸν μέχρι τοῦ δοκεῖν ὄντα μισθὸν αὐτῶν ὄνησιν ἔχειν ἢ ὑπάρχειν, τοῦ ἐκπορευομένου καὶ εἰσπορευομένου οὐδαμῶς εἰρήνην ἔχοντος ἀπὸ τῆς καταπονησάσης θλίψεως, ἑκάστου ἀνθρώπου ἀποσταλέντος κατὰ τοῦ πλησίον, ὥστε πορθεῖν καὶ κακοῦν αὐτόν. 2.328 Zach. VIII, 11®12: Καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος παντοκράτωρ, ἀλλ' ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα. 2.329 Ῥέψας εἰς εὐεργεσίαν, ὁ πάντων ἀγαθῶν αἴτιος ἐπαγγέλλεται μηκέτι ποιήσειν τοῖς ὑπολειφθεῖσιν τοῦ λαοῦ κατὰ τὰς πρότερον ἡμέρας, ὅτε ἐκράτουν οἱ ἐχθροί, περιγενάμενοι ὧν ἐξῃχμαλώτισαν· εἰρήνην χαριζόμενος, ἔφη, εὐετηρία καὶ εὐθηνία ἔσται, τῶν οἰνοφόρων φυτῶν καρπὸν πολὺ φερόντων, καὶ τῆς γῆς γενήματα ει᾿̣ς π̣λῆθος καρποφορούσης, δρόσον τοῦ οὐρανοῦ διδόντος, ἅπ̣ερ πάντα κληρονομήσει ὁ 75 Θεὸς τοῖς καταλοίποις τοῦ λαοῦ τούτου. 2.330 Ὡς πρὸς ῥητόν, ἐπήγγελται τὰ προκείμενα τῷ καιρῷ τῆς ἐπιστροφῆς τῶν αἰχμαλώτων, καθ' ὃν οἱ εὖ παθόντες, ε̣υ᾿̣χ̣αριστοῦντες εἶπον· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι», ὅτε οὐκέτι ποιεῖ Θεὸς τοῖς καταλοίποις τοῦ ἐκλεκτοῦ λαοῦ κατὰ τὰς ἔμπροσθεν ἡμέρας, ὅτε ἠρήμωτο ἡ Ἰερουσαλήμ, λοιπὸν εἰρήνην Θεοῦ παρέχοντος, καθ' ἣν ἀνέπεμψαν προσευχὴν φάσκοντες· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.» 2.331 Ὑπῆρκται δὲ τὰ τῆς λαμπρᾶς ἀποκαταστάσεως νοητῶς ὅτε ἐλήλυθεν ὁ λέγων· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν.» Τὰ αὐτὰ ἐπαγγέλλεται καὶ ἐν Ἀμὼς τῷ προφήτῃ φάσκων· «Ἐπιστρέψω αἰχμαλωσίαν λαοῦ μου Ἰσραὴλ καὶ οἰκοδομήσουσιν τὰς πόλεις τὰς ἠφανισμένας καὶ καταφυτεύσω αὐτούς.» 2.332 Τούτων τῶν χαρίτων καὶ δωρεῶν θείων δοθεισῶν ὑπὸ τοῦ μεγαλοδώρου, εἰρήνη ἔσται, ἀνατείλασα μετὰ δικαιοσύνης, ἐν ταῖς ἡμέραις τῆς ἐπιδημίας τοῦ λαβόντος παρὰ Θεοῦ τὸ κρίμα βασιλέως, περὶ οὗ εἴρηται· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνην καὶ πλῆθος εἰρήνης», ὡς μὴ εἶναι ὅριον τῆς εἰρήνης αὐτοῦ, τῷ μὴ ἑνὸς ἔθνους ἀλλὰ πάντων τῶν ἐθνῶν καὶ τῆς οἰκουμένης πάσης βασιλευομένων ὑπ' αὐτοῦ, εἰρηκότος πρὸς τοὺς γνωρίμους καὶ ὑπ' αὐτῷ στρατεύεσθαι βουλομένους· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν», ἔφη, πολλῆς ἀταραξίας ἐπικρατούσης, καὶ μη`̣ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ποιῶν τοῖς καταλοίποις τοῦ Ἰσραήλ, παρασκευάσει ὑπερβάλλουσαν εὐκαρπίαν, διδούσης τῆς ἀμπέλου τὸν καρπὸν αὐτῆς καὶ τῆς γῆς τὰ οἰκεῖα γενήματα, καὶ τοῦ οὐρανοῦ τὴν κατάλληλον δρόσον. 2.333 Ἄμπελος δὲ οἰστικὴ τοῦ ἰδίου καρποῦ ἡ πνευματικὴ θεωρία τῆς ἀληθείας ἐστίν, καὶ ἡ κατ' αὐτὴν

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.