Commentarii in Zacchariam Unit 18 opening
Unit 18.
Lemma-led open — Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν.
Greek
πεποιωμένη λογικὴ οὐσία, ἐκπεφυκυῖα ἐκ τῆς ἀμπέλου τῆς ἀληθινῆς μετουσίας τρόπῳ. Περὶ ταύτης τῆς ἀγωγῆς, ἐν Εὐαγγελίῳ εἶπεν ὁ Σωτήρ· «Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· πᾶν κλῆμα μένον ἐν ἐμοί, καθαίρει αὐτὸ ὁ Πατήρ, ἵνα πλείονα καρπὸν φέρῃ.» 2.334 Περὶ τούτων τῶν κλημάτων ἀρχὴν καρποφορίας ἐχόντων ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων γέγραπται· «Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν.» Προκόψας δ' ὁ καρπὸς καὶ ἐλθὼν εἰς τελειότητα τρυγᾶται, καὶ εἰς ληνὸν βληθεὶς ἐκθλίβεται, καὶ γίνεται πόμα εὐφραῖνον τὴν καρδίαν τοῦ πιόντος, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.» 2.335 Περὶ τῆς πνευματικῆς τρυγῆς, ὑπερλήνιοι ᾠδαὶ ἀνεγράφησαν, οἷαί εἰσιν ἡ ὀγδόη, καὶ ὀγδοηκοστή, καὶ τρίτη καὶ ὀγδοηκοστή· οὗτοι γὰρ μόνοι οἱ τρεῖς Ψαλμοὶ ἀπὸ τῶν ἑκατὸν πεντήκοντα «ὑπὲρ τῶν ληνῶν» ἐπεγράφησαν. 2.336 Ἁρμονίως κατ' ἀναγωγὴν τῇ δούσῃ ἀμπέλῳ τὸν καρπὸν αὐτῆς καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, τελεσφορήσασα ὃν ἔβαλεν Ἰησοῦς ἐπ' αὐτὴν σπόρον, ὡς δοῦναι ἑκατόν, ἑξήκοντα, τριάκοντα, κατὰ τὴν ἑρμηνείαν τῆς παραβολῆς τὴν γὰρ καλὴν καὶ εὐθύτητα καρδίαν ἔχουσαν, ἀγαθὴν γῆν ἡρμήνευσεν ὁ Σωτήρ. 2.337 ∆ίδοται δὲ ταῦτα τὰ γενήματα τῆς γῆς τῷ σπείραντι ἐν δάκρυσιν, τοῦτ' ἔστιν σὺν ἱδρῶτι καὶ πόνῳ, τὰ θεῖα σπέρματα, ἵνα θερίσῃ αὐτὰ ἐν ἀγαλλιάσει. Περὶ γὰρ τούτων τῶν σπειρόντων, οὐκ αἰσθητῶς τοῦτο ποιούντων ἀλλὰ νοητῶς, ἔν τινι ᾠδῇ τῶν ἀναβαθμῶν φέρεται· «Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν· πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν.» 2.338 Περὶ τῆς τοιαύτης εὐθηνίας, πνευματικῆς οὔσης, καὶ ἐν Ὠσῆε τῷ προφήτῃ ὁ θεῖος προστάττει λόγος· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν Κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης.» 2.339 ∆ίδωσιν ἡ ἀποδοθεῖσα ἄμπελος τὸν 76 ἐδώδιμον καὶ εὐφραίνοντα καρπὸν καὶ τὰ γενήματα ἑαυτῆς ἡ ἀγαθὴ γῆ, τοῦ οὐρανοῦ δεδωκότος τὴν δρόσον αὐτοῦ. Νοήσομεν δὲ τίς ἡ δρόσος αὕτη, γνόντες τίς ὁ διδοὺς αὐτὴν οὐρανός, οὐχ ἕτερος ὢν τάχα τοῦ φοροῦντος ἀνθρώπου «τὴν εἰκόνα τοῦ ἐπουρανίου», ἔχοντος «ἐν οὐρανῷ τὸ πολίτευμα». Περὶ πάντων τῶν μεμορφωμένων κατὰ τὸν ἐπουράνιον Σωτῆρα, πληθυντικῶς λέγεται ἐν ὀκτωκαιδεκάτῳ Ψαλμῷ· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.» 2.340 Περὶ τούτων καὶ ἐν ᾠδῇ μεγάλῃ ἐν ∆ευτερονομίῳ γέγραπται· «Εὐφράνθητε, οἱ οὐρανοί, ἅμα αὐτῷ», τῷ Σωτῆρι δηλονότι. Πῶς γὰρ οὐχ ἅμα αὐτῷ γεγήθασιν καὶ ἀγαλλιῶνται, μορφωθέντες κατ' αὐτόν, κατὰ τὴν παίδευσιν τοῦ ἱεροῦ Ἀποστόλου Παύλου, ὅπου μὲν γράφοντος περὶ τω῀̣ν πιστῶς καὶ γνησίως θεοσεβούντων· «Οὓς προέγνω και`̣ π̣ρ̣οώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ»· ὅπου δέ· «Φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου.» 2.341 Τοὺς οὕτω διαπρέψαντας ἐν ἠθικῇ ἀρετῇ καὶ διανοητικῇ, «κατηρτισμένους τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», ἕνα οὐρανὸν κατὰ συμφωνίαν ῥητέον, διδόντα πνευματικὴν δρόσον. Ἀλλὰ καὶ ἕκαστος τῶν τοιούτων δίδωσιν τὴν ἰδίαν δρόσον, παραπλησίως τῷ λέγοντι ἱεροφάντῃ Μωϋσεῖ· «Προσδοκάσθω ὡς ὑετὸς ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου.» 2.342 Ὅμως εἰ καὶ ὑπὸ τῶν ἑρμηνευθέντων οὐρανῶν δίδοται, ἀλλ' οὖν ὑπὸ τοῦ δεσπότου τῶν οὐρανῶν προηγουμένως χορηγεῖται, κατὰ τὴν Ἠσαίου θείαν φωνὴν ὧδε ἔχουσαν· «Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἔσται.» 2.343 Καὶ ἐπεὶ περὶ τῆς νοητῆς δρόσου ἰατικῆς οὔσης εὐφραίνονται οἱ ἐν τῇ γῇ τυχόντες αὐτῆς, καὶ τοὺς ἀνισταμένους νεκροὺς καὶ ἐκ τῶν μνημείων ἐξερχομένους μεθέξειν αὐτῆς
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.