Commentarii in Zacchariam · §u18-rem-early

Unit 18 rem early

Rem early: Unit 18; lemma and argument toward the thesis.

Greek

ῥητέον, τότε μάλιστα ὅτε ἐλθόντος τοῦ τελείου καθ' ὃ προσβάλλει τις πρόσωπον πρὸς πρόσωπον τῇ ἀληθείᾳ, τὸ ἐκ μέρους καὶ δι' ἐσόπτρου θεωρεῖν πεπαύσεται, ἐπικρατήσαντος τοῦ πληρέστατα θεωρηθησομένου. 2.344 Περὶ τῆς οὕτως ἀποδοθείσης δρόσου ἐκλήμψει καὶ τὴν τοῦ Ἰσαὰκ πρὸς τὸν Ἰακὼβ εὐλογίαν, ἔνθεν ἀρχομένην· «Ἀπὸτῆς δρόσου τοῦ οὐρανοῦ, καὶ τῆς πιότητος τῆς γῆς.» 2.345 Τὰ ὑπάρξαντα πάντα τῷ λυτρωθέντι λαῷ ἀπὸ τῆς Βαβυλῶνος, Θεοῦ κατακληρονομήσαντος, ἐδόθη. 2.346 Καὶ ἐπεὶ παθητικῶς τὸ κατακληρονομήσειν τὸν Θεὸν τοῖς καταλοίποις τοῦ λαοῦ πάντα εἴρηται, δηλαδὴ τὸν τῆς ἀμπέλου καρπόν, καὶ τῆς γῆς τὰ γενήματα, καὶ τοῦ οὐρανοῦ τὴν δρόσον, ἀμφοτέρως αὐτὸ ἐκλημπτέον, ἐνεργητικῶς τε καὶ παθητικῶς. 2.347 Ἐνεργητικῶς μὲν οὕτως· εἴρηται μέρις καὶ κληρονομία Θεοῦ ὁ Ἰσραήλ, οὐ δι' ἀλλό τι ἢ διὰ προσούσας ἀρετάς, προαιρετικῶς καὶ ἑκουσίως πραχθείσας τε καὶ θεωρηθείσας. Τῆς αὐτῆς ἔχεται νοήσεως καὶ τό· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου», πάντων τῶν ἀνθρώπων κληρονομουμένων τῇ εὐσεβεῖ πίστει καὶ ἔργοις ἀρετῆς ὑπὸ τοῦ Σωτῆρος. 2.348 Εἰ δὲ πάθος σημαίνοιτο ὑπὸ τοῦ ὑπτίου ῥήματος τοῦ κληρονομήσει, νόησις ἔσται τοιαύτη· ὁ Θεὸς κληρονομήσει τὰ προειρημένα πάντα, διδοὺς αὐτὰ κληρονομίας τρόπῳ τοῖς καταλοίποις τοῦ λαοῦ αὐτοῦ, οὗτοι δ' εἰσὶν οἱ κατὰ τὸν προφήτην Ἠσαίαν λέγοντες· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ὡμοιώθημεν.» Καὶ μεθ' ἕτερα· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Ταύτας τὰς προφητικὰς φωνὰς παραλαβών, ὁ Ἀπόστολος ἐπιφέρει αὐταῖς λέγων οὕτω· «Καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν, οὐκ ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.» 2.349 Σαφηνισθέντος ὡς οἷόν τε ἡμῖν τοῦ προκειμένου ῥητοῦ, τὰ ἑξῆς ἐκθώμεθα. 2.350 Zach. VIII, 13®15: Καὶ 77 ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν, ὁ οἶκος Ἰούδα καὶ ὁ οἶκος Ἰσραήλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς καρδίαις ὑμῶν. ∆ιότι τάδε λέγει Κύριος παντοκράτωρ· Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα, οὕτως παρατέταγμαι κα̣ι`̣ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ἰερουσαλὴμ καὶ τὸν οἶκον Ἰούδα. 2.351 Τὸ ὑποπεσεῖν ἀνιαροῖς καὶ κατάρᾳ, οὐκ ἄλλοθεν ἢ ἐξ ἁμαρτίας καὶ ἀσεβείας, τῆς εὐλογίας τοῖς δικαίοις θεόθεν διδομένης, δι' ἃ πράττουσιν καὶ φρονοῦσιν ὀρθῶς. Αὐτεξούσιοι γὰρ ὄντες οἱ ἄνθρωποι, ἐλευθέραν τε καὶ αὐτόνομον προαίρεσιν ἔχοντες, παρ' ἑαυτοὺς πράττουσιν ἤτοι τὰ κόλασιν ἢ ἐπαγγελίας θείας ἐπάγοντα. Ἀμέλει γοῦν ᾧπερ τρόπῳ γίνονται ἐν κατάρᾳ, τούτῳ καὶ εὐπαθείᾳ καὶ εὐλογίᾳ. 2.352 Αὐτίκα γοῦν αὐτὸς ὁ πάντων ἀγαθῶν αἴτιος τῷ Ἰούδᾳ καὶ Ἰσραήλ φησιν· Ἀσεβούντωνκαὶ παρανομούντων τῶν πατερῶν ὑμῶν ὡς παροργίσαι με κατ' αὐτῶν, οὐ μετενόησα, ἀλλ' ἐπήγαγον ἃ εἰκὸς παθεῖν τοὺς παροργίσαντας, οὕτω νῦν παρατέταγμαι καὶ διενοήθην σῶσαι τοὺς τοῦ Ἰούδα καὶ Ἰσραήλ, καὶ οὐ μετενόησα. 2.353 Ἔστι δὲ τούτων ἐκ τῶν θεοπνεύστων γραφῶν μαρτυρίας παραγαγεῖν. 2.354 Ἥμαρτόν ποτε καὶ ἠσέβησαν ὑπερβαλλόντως οἱ τὴν Νινευὴν οἰκοῦντες, ὡς τὴν κραυγὴν τῆς κακίας πρὸς τὸν Θεὸν ἀναβῆναι τιμωρίαν ἀπαιτοῦσαν, ὡς τὸν προνοητὴν καὶ κριτὴν τῶν ἁπάντων εἰπεῖν· «Ἔτι τρεῖς ἡμέρας, καὶ Νινευὴ κατασκαφήσεται.» Τοῦτο μαθόντες οἱ ὑπαίτιοι, κηρύξαντος αὐτοῖς Ἰωνᾶ τοῦ προφήτου, καθ' ὑφήγησιν τοῦ ἀπειλήσαντος εἰς μετάνοιαν ἐληλύθασιν, ὥσθ' ὁμολογῆσαι καὶ πρᾶξαι τὰ λύοντα τὴν προλαβοῦσαν κακίαν. Τούτοις μὲν οὖν μεταγνοῦσιν μετενόησεν ὁ προαναφωνήσας τὴν κατ' αὐτῶν κάκωσιν, τὴν αἰτίαν τῆς εὐεργεσίας λαβών, τούτου ἐπὶ Σοδομιτῶν οὐ συμβάντος, διὰ τὸ ἔμμονον τῆς ἀσεβείας καὶ ἁμαρτιῶν αὐτῶν, καίτοι τοῦ ἵλεω Θεοῦ εὑρεῖν βουλομένου ἐξ αὐτῶν ἀφορμὴν εὐποιΐας. 2.355 Φησὶν γα´̣ρ· «Κραυγὴ Σοδόμων καὶ Γομόρρων πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κακίαν αὐτῶν τὴν ἀναβᾶσαν πρὸς ἐμὲ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.