Unit 18 rem close
Rem CLOSEOUT: Unit 18 CLOSEOUT.
Greek
γέγραπται· «Ἔγνω δὲ Ἑλκανὰ Ἄνναν τὴν γυναῖκα αὐτοῦ, καὶ συνέλαβεν, καὶ ἔτεκεν τὸν Σαμουήλ.» Κατὰ τοῦτο τὸ σημαινόμενον εἴρηται περὶ τῆς Ῥεβέκκας· «Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν.» Καὶ ἡ ἀπειρόγαμος δὲ παρθένος Μαριάμ, περὶ συλλήμψεως τέκνου ἀκούσασα πρὸς τοῦ μεγάλου ἀγγέλου Γαβριήλ, ἔφη· «Καὶ πόθεν μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» 2.365 Οὐκ ἀχρήστως παρεκβεβηκέναι τοῦ προκειμένου προφητικοῦ ἡγούμεθα· ὑπῆρκται γὰρ τοῦτο σαφηνείας ἕνεκα τοῦ ἀσαφῶς εἰρημένου οὕτως· «Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ.» Ἔδει γὰρ φανερῶσαι κατὰ ποῖον σημαινόμενον εἴρηται ὑπὸ τοῦ Θεοῦ τό· «Ἵνα γνῶ». 2.366 ∆είξαντες ἐπὶ τίσιν τῶν παροργισάντων διανοηθεὶς ὁ Θεὸς κακῶσαι καὶ ἐπαράτους ἀναδεῖξαι οὐ μετενόησεν, ἐμμείνας τῇ κατ' αὐτῶν ψήφῳ, ἐκ τίνων δὲ μετενόησεν ἐμφύτῳ ἀγαθότητι καιρὸς ἰδεῖν. 2.367 Ὡς προθέμενος εὐλογῆσαι τὸν Ἰούδα καὶ Ἰσραὴλ οὐμετέγνω, ἐμμεινάντων αὐτῶν τῇ ἀρετῇ ᾗ ἀνέλαβον ἐκ προτροπῆς Θεοῦ καὶ τοῦ νόμου αὐτοῦ· εἴρηται γὰρ ἐν ἑνὶ τῶν Ψαλμῶν· «∆ώσει εὐλογίας ὁ νομοθετῶν», δηλαδὴ τοῖς φυλάττουσιν τὸν θεῖον αὐτοῦ νόμον. Ἰσοδυναμούντως καὶ ἐν ἄλλῳ Ψαλμῷ φέρεται, ἔνθεν ἀρχόμενον· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν 79 ψυχὴν αὐτοῦ, οὐδὲ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον. Οὗτος λήμψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.» 2.368 Λεχθέντος γὰρ πυσματικῶς· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ;» ἀπόκρισις δίδοται διαγράφουσα τίς ἐστιν καὶ οἷος ὁ περὶ οὗ ἡ ἐρώτησις, ὅτι χερσίν, τοῦτ' ἔστιν πράξεσιν, ἀθῷός ἐστιν διὰ καθαρότητα καρδίας, οὐδαμῶς ἐπὶ ματαίῳ λαβὼν τὴν ψυχὴν αὐτοῦ, ἢ δολερῶς ὀμόσας τῷ πλησίον, λημψόμενος ἐπὶ τούτοις τοῖς ἀνδραγαθήμασιν εὐλογίαν τε καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. Συμφώνως καὶ ἐν Παροιμίαις φέρεται· «Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου.» 2.369 Ὁ ταῦτα τὰ σωτηριώδη εἰληφὼς οὐ μεταπεσεῖται τῆς ὑποσχ̣έσ̣εως, εἰσαγόμενος εἰς τὰς θείας ἐπαγγελίας πρὸς τοῦ λέγοντος· «Παρατέταγμαι εὐλογῆσαι τὸν Ἰούδα καὶ Ἰσραήλ, καὶ οὐ μετενόησα», ἐμμείνας χάριτι τῇ ἐμαυτοῦ ὥστε καλῶς ποιῆσαι καὶ εἰς αἰώνιον σωτήριον ἀγαγεῖν τοὺς ἐφ' οἷς οὐ μετενόησα, βεβαιώσας ἃ ἐπηγγειλάμην· εἰ καὶ παροργισάντων δι' ἁμαρτίας καὶ ἀσεβείας τῶν πατέρων ὑμῶν, κατάρα διέλαβεν, οὐ μετανοήσαντός μου ἐκ τῆς ἀπειλῆς, οὐ παρασχόντων ὑμῶν διὰ μεταγνώσεως ἀφ' ἧς ἔσχετε κακίας καταλλαγάς μου γενέσθαι πρὸς ὑμᾶς, ἀλλ' οὖν καὶ νῦν θαρσησάτω ἡ καρδία ὑμῶν προσδοκῆσαι τὰς παρ' ἐμοῦ δωρεάς. 2.370 Ἔσονται γὰρ πάντως θελήσαντός μου καὶ παραταξαμένου εὐλογῆσαι ὑμᾶς· οὕτω γὰρ καλῶς ἔσται ὑμῖν, τυγχάνουσιν ἐκ τοῦ Ἰούδα, τοῦ ἐξομολογουμένου, καὶ τοῦ Ἰσραὴλ καὶ Ἰερουσαλήμ. «Σῶσαι γὰρ πάντας ἀνθρώπους θέλων καὶ ἐλθεῖν εἰς ἐπίγνωσιν ἀληθείας», ἀπειλῶ, μαστίζω τοὺς ἀντιπράττοντας τῷ ἐπιγνῶναι τὴν ἀλήθειαν ὑπεραιωνίου σωτηρίας, πρὸς ὀλίγον πόνοις ὑποβάλλων οὓς βελτιοῦν καὶ εὖ ποιεῖν βούλομαι. Οὕτω γὰρ ῥᾷστα ὠφεληθέντες σωθήσονται, παρατεταγμένου μου ἀμεταμελήτως σῶσαι καὶ καλῶς ποιῆσαι τοὺς ἐκλεγέντας, ἵνα μερὶς καὶ κληρονομία μου ὦσιν. 2.371 Εἰ βουλόμεθα καὶ ἡμεῖς ἵλεω τὸν Θεὸν σχεῖν ἵν' εὖ ἡμᾶς διαθῇ, θαρσησάτω τὸ διανοητικὸν ἡμῶν, καρδία καλούμενον, ἔργων ἀρίστων ἐπιμέλειαν ποιησάμενοι, ἵνα βεβαίως καὶ ἀναντιρρήτως τὰ τῆς εὐπαθείας καὶ ἀπεράντου σωτηρίας ὑπαρχθῇ, περιγραφείσης καὶ ἐξ ὅλων ἠφανισμένης τῆς πρὸς ὀλίγον κρατησάσης κατάρας. ∆ιὸ θαρσεῖτε ἀνενδοιάστως, προσδοκῶντες ἃ ἐπηγγείλατο ὁ ἀψευδὴς Θεός· αὐτοῦ γὰρ εἰρηκότος· «Θαρσεῖτε», ἀναμφιβόλως ἐκδεκτέον τὰ ἐλπιζόμενα ἀγαθά. 2.372 Αὐταρκῶς περιγεγραμμένου τοῦ δευτέρου τόμου εἰς τὸν προφήτην Ζαχαρίαν, αὐτοῦ που καταπαύσωμεν, ἀρξόμενοι τρίτου λόγου, «παρέχοντος λόγον ἐν ἀνοίξει τοῦ στόματος» τοῦ Θεοῦ τοῦ καὶ τὸν προφήτην φωτίσαντος τῷ ἀειδίῳ φωτί.
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.