Commentarii in Zacchariam · §u18-rem-mid

Unit 18 rem mid

Rem mid: Unit 18; lemma continues; reading with the letter.

Greek

συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ», μόνον οὐχὶ λέγων· Ἐκκαλεσαμένης με τῆς κραυγῆς τῶν μεγάλων ἁμαρτημάτων, συγκαταβαίνω ἵν' ἂν εὑρεθῶσιν τὰς μεγάλας ἁμαρτίας ἔτι πράττοντες, συντελεσθῶσιν ὑποπεσόντες τῇ προαναφωνηθείσῃ τιμωρίᾳ, εἰ δὲ εὑρεθεῖεν μετρίως ὑποκείμενοι οἷς ἀσεβῶς ἐφρόνουν καὶ τοῖς ἀπηγορευμένοις ἔργοις, γνῶ αὐτοὺς ὡς ἡμετέρους, κατὰ τὸ γεγραμμένον· «Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.» 2.356 Ταύτῃ τῇ διανοίᾳ τὸ τῆς ἐκλογῆς σκεῦος Παῦλος Γαλάταις ἐπιστέλλει· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύετε τοῖς φύσει μὴ οὖσιν θεοῖς· νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ.» Γινώσκει γὰρ τοὺς γνόντας αὐτόν, οὐ τότε ἀρχὴν λαμβάνων τοῦ ἐπίστασθαι αὐτούς, ἀλλὰ τοῦ ἀνακρίνασθαι αὐτοῖς ὡς γινώσκων προγινωσκομένους, οὐδαμῶς πρὸς τοὺς φαύλους ἔτι ἐπιμένοντας τῇ κακίᾳ συμβαίνοντος τούτου. 2.357 Λέγεται γοῦν ὑπὸ τοῦ Σωτῆρος τοῖς διαμείνασι κακοῖς μέχρι τοῦ καιροῦ τῆς συντελείας τοῦ κόσμου καὶ φανερώσεως τοῦ κριτοῦ τῶν ὅλων, αὐτοῦ δηλονότι ὄντος· «Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας· οὐδέποτε ὑμᾶς ἔγνων», τοῦτ' ἔστιν οὐδέποτε πεῖραν ἢ μετοχήν μου ἐσχήκατε, οὐδὲ ἐγὼ ὑμῶν. Εἰ γὰρ τὸ προχείρως γινώσκειν λαμβάνοιτο, ταὐτὸν εἴη τῷ ἐπίστασθαι, πῶς ᾔδει αὐτοὺς ἐργάτας ἀνομίας ὄντας; 2.358 ∆ιττοῦ τοίνυν τοῦ γινώσκειν καὶ τοῦ μὴ φερ̣ο̣μένου ἐν ταῖς θεοπνεύστοις γραφαῖς, κατὰ τὸ ἕτερον πάντας ἐπίσταται ὁ καρδιογνώστης Θεὸς τούς τε δικαίους καὶ ἁμαρτωλούς· αὐτίκα γοῦν ὅταν «καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ» ὁ ἐρχόμενος «κρῖναι» βασιλεὺς 78 «ζῶντας καὶ νεκρούς», ἀφορίσει τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν, ἵνα τοὺς μετέχοντας δικαιοσύνης καὶ ὁσιότητος εἰς τὴν βασιλείαν εἰσαγάγῃ ἐπὶ τῷ κληρονομῆσαι αὐτήν, τοὺς δ' ἀδίκους καὶ πονηρούς, μὴ ἀγαπήσαντας τὸν πλησίον ὡς ἑαυτούς, ἀποπέμψῃ εἰς κόλασιν, λέγων· «Πορεύεσθε, οἱ κεκατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» 2.359 Κατὰ τὸν τρόπον τοῦ ἐπίστασθαι, λέγει πρός τινας «ὁ τῶν κρυπτῶν γνώστης» καὶ «πάντων τὸν νοῦν ἐπιστάμενος»· «Ἔγνων ὅτι πολλαὶ αἱ ἁμαρτίαι ὑμῶν.» Ὁμοίως καὶ ἐν Εὐαγγελίῳ· «Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν, ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλόν, βδέλυγμα παρὰ τῷ Θεῷ ἐστιν.» 2.360 Κατὰ τὴν θεωρίαν ταύτην, ἐκλημπτέον καὶ τὸ συνεχῶς κείμενον ἐν τῷ Εὐαγγελίῳ· «Γνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν», φαυλῶν δηλαδὴ τυγχανόντων· πανούργως γὰρ καὶ κακοήθως διακείμενοι, ᾤοντο λανθάνειν «τὸν πάντων τὸν νοῦν ἐπιστάμενον». 2.361 Ὡς οὖν ἔστιν γινώσκεσθαι κατὰ τὸ ἐπίστασθαι ᾧ τὸ ἀγνοεῖν ἀντίκειται, οὕτω καὶ διὰ πείρας ἔστιν εἰδέναι καὶ μὴ εἰδέναι. Ἐὰν γὰρ γράφῃ Παῦλος περὶ τοῦ Σωτῆρος ὡς «οὐκ ἔγνω ἁμαρτίαν», ἐκλαμβάνομεν τὸ γεγραμμένον ἴσον τῷ· τὸν μὴ πειραθέντα πρακτικῶς ἢ διανοητικῶς ἁμαρτίας. Ἐπιστάμενος αὐτὴν οἵας δυνάμεώς ἐστιν καὶ ποίᾳ προαιρέσει τελουμένη, ἆραι γοῦν αὐτὴν ἐλήλυθεν τοῦ κόσμου. 2.362 Παρατείνει δὲ ἡ διαφορὰ αὕτη καὶ ἐπὶ τῶν ἀνθρώπων· εἴρηται γοῦν ἐν Ἐκκλησιαστῇ· «Ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν», τοῦτ' ἔστιν οὐ διατεθήσεται κατὰ ῥῆμα πονηρόν, γινωσκομένου τοῦ πονηροῦ ῥήματος κατ' ἐπιστήμην τῷ φυλάττοντι τὴν θείαν ἐντολήν, οὖσ̣αν Θεοῦ ῥῆμα· ἐπιστήμης γὰρ μιᾶς οὔσης τῶν ἐναντίων, ὁ τὸ ἀγαθὸν ῥῆμα γινώσκων καὶ τὸ ἐναντίον αὐτῷ ἐπίστ̣α̣ται. 2.363 Τὸ διττὸν τοῦ γινώσκειν καὶ περὶ τοῦ Ἀδὰμ ἀπαγγέλλει ἡ γραφή, ὅπου μὲν λέγουσα ἐπίστασθαι αὐτὸν τίς ἡ οὐσία τῆς γυναικός, –ἀποδόντος γὰρ αὐτὴν μετὰ τὴν πλάσιν τοῦ δημιουργήσαντος, ὁ Ἀδὰμ εἶπεν· «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή»· – ὕστερον γνοὺς αὐτὴν κατὰ τὸν τῆς πείρας τρόπον· γέγραπται γάρ· «Ἔγνω Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Κάϊν.» Καὶ ἐφ' ἑκάστου δὲ συμβιοῦντος ἀνδρὸς τοῦτο φέρεται, καὶ ἐν τῇ συνήθει ὁμιλίᾳ καὶ τῇ θείᾳ παιδεύσει. 2.364 Αὐτίκα γοῦν καὶ περὶ τοῦ πατρὸς τοῦ προφήτου Σαμουὴλ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.