Commentarii in Zacchariam · §u20-rem-early

Unit 20 rem early

Rem early: Unit 20; lemma and argument toward the thesis.

Greek

διαδέξασθαι εὐφροσύνην, ἔφη, μετὰ τ̣ῶν μυριάδων τῶν ἀγγέλων καὶ τῶν τῆς Ἐκκλησίας πρωτοτόκων ἑορταστέον, κατὰ τὴν ἀποστολικὴν γραφήν· «Προσεληλύθατ̣ε̣ γάρ, φησίν, Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανῷ.» 3.54 Zach. VIII, 23: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου λέγοντες· Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι Θεὸς μεθ' ὑμῶν ἐστιν. 3.55 Ὑπογράφει τὸν καιρὸν ἡ προφητεία καθ' ὃν ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου παντοκράτορος καὶ ἐκζητῆσαι αὐτό, οὐχ ἕτερον ὄντα τῆς τοῦ Σωτῆρος εἰς ἀνθρώπους ἐπιδημίας, καθ' ὃν ἐγεννήθη ἐκ τῆς παρθένου ὁ Ἐμμανουήλ, ἐν ἡμῖν τοῦ Θεοῦ λοιπὸν γεγενημένου· ἐν ταῖς ἡμέραις τοῦ ὀφθέντος ἐπὶ τῆς γῆς καὶ συναναστραφέντος τοῖς ἀνθρώποις, τῶν ἁπανταχοῦ ἀνθρώπων κλῆσις ἔσται ὡς ἐκκειμένη δηλοῖ προφητεία ὧδε ἔχουσα· «Ἐν ταῖς ἡμέραις ὅταν δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου.» 3.56 Ὑπὲρ δὲ τοῦ νοῆσαι τὸ βούλημα τοῦ ἐκτεθέντος προφητικοῦ ῥητοῦ, πρῶτον σκοπητέον τίς ὁ εἷς ἀνὴρ Ἰουδαῖος κατ' ἐξοχὴν ὀνομαζόμενος· οὐκ ἄλλος δ' οἶμαι τυγχάνει οὗ σημαίνει ὁ Ἀπόστολος Ἑβραίοις γράφων· «Πρόδηλον ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν», ἐπὶ τὸ ἡγεῖσθαι καὶ βασιλεύειν τῶν ἐν κρυπτῷ Ἰουδαίων, πνεύματι ἀλλ' οὐ γράμματι, περιτεμνομένων οὐ τὴν σάρκα ἀλλὰ τὴν καρδίαν· περὶ γὰρ αὐτοῦ ἐκλαμβάνομεν τὸ ἐν ὕμνοις εἰρημένον ὑφ' ἑκάστου διορατικοῦ· «Βασιλεύς μου Ἰούδα.» 3.57 Ἡ αὐτὴ νόησις ὑποβάλλεται καὶ ἐν τῇ ὑπὸ τοῦ Ἰακὼβ εἰρημένῃ εὐλογίᾳ ὧδε ἐχούσῃ· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου»· καὶ μεθ' ἕτερα· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Οὐ γὰρ ἑνὸς ἔθνους, ἀλλὰ πάντων ὁμοῦ μακαρία προσδοκία τυγχάνει, πληρουμένης προφητείας περὶ κλήσεως πάντων ἀνθρώπων ὧδε ἐχούσης· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» 3.58 Τούτου τοῦ ἀναστάντος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἀνατείλαντος ἐκ τοῦ Ἰούδα ἀληθινοῦ Ἰουδαίου ὄντος ἐπιλαβόμενοι τοῦ κρασπέδου τοῦ ἱματίου ἄνδρες δέκα ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν φασιν αὐτῷ ὡς ἡγουμένῳ καὶ στρατηγῷ, μᾶλλον δὲ ἀρχιερεῖ καὶ παμβασιλεῖ· «Πορευθῶμεν δὲ μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς ἐν ὑμῖν ἐστιν», φανερὸν δ' ὅτι τοῖς κατὰ τὸ νοητὸν Ἰουδαίοις, τοῖς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦσι τῷ Θεῷ, οὐκ ἐν Ἱεροσολύμοις ἢ τῷ Σαμαριτῶν ὄρει. Ὡς γὰροὐκ ἐν τόπῳ οἱ ἄγγελοι προσκυνοῦσιν τῷ Υἱῷ τοῦ Θεοῦ, περὶ οὗ τὸ ἅγιον Πνεῦμα λέγει· «Προσκυνήσουσιν αὐτῷ πάντες ἄγγελοι Θεοῦ», οὕτως οὐδὲ οἱ ἐξ ἀνθρώπων προσκυνηταὶ τοῦ Θεοῦ ἐν τόπῳ τινὶ 86 προσκυνοῦσιν, νοητῶς αὐτὸ ἐνεργοῦντες, «πνεύματι καὶ ἀληθείᾳ». 3.59 Τούτων προτεθεωρημένων, εἱρμὸς καλεῖ ἐκλαβεῖν πῶς ἀπὸ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν δέκα ἄνδρες ἐπιλήμψονται τοῦ κρασπέδου, τοῦτ' ἔστιν τοῦ σώματος τοῦ πνευματικοῦ Ἰουδαίου. 3.60 Ὁ δέκα ἀριθμὸς μυστικῶς κατ' ἀλληγορίαν καὶ ἐνταῦθα 3.60 κεῖται, ὡς καὶ ἐν ἑτέροις θεοπνεύστοις λογίοις περὶ ὧν ἑξῆς ἐροῦμεν, πρῶτον εἰπόντες ὡς ἀδύνατόν ἐστιν ἐκ πάντων τῶν ἐθνῶν καὶ πασῶν τῶν γλωσσῶν αὐτῶν, μυρίων καὶ πολὺ ἀνθρώπων ὄντων, μόνους δέκα ἄνδρας κατὰ πρόχειρον τοῦ ἀριθμοῦ λαμβανομένου ἠκολουθηκέναι τῷ Ἰησοῦ· αὐτὸς γάρ ἐστιν ὁ ἀληθῶς Ἰουδαῖος ἀνατείλας ἐκ τοῦ Ἰούδα. 3.61 Μή ποτ' οὖν πάντα τὰ πλήθη τὰ ἐκ διαφόρων ἐθνῶν καὶ γλωσσῶν προσελθόντα τῷ εὐαγγελίῳ ἐπὶ τῷ κατ' αὐτὸ πολιτεύεσθαι καὶ γνῶσιν ἔχειν τῆς ἁγίας Τριάδος μυστικῶς δέκα τυγχάνουσιν, παραπλησίως τῷ λεχθέντι παρὰ Μαθθαίῳ ὑπὸ Ἰησοῦ παραβολῆς τρόπῳ· «Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις», τῶν πιστευσάντων πάντων τυγχανόντων τῶν δέκα παρθένων νοήσει τοιᾶδε. 3.62 Πᾶς ἄνθρωπος ζῷον ὢν πέντε αἰσθήσεις ἔχει, ὄψιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν· πρὸς ταύταις καὶ κατὰ τὴν διάνοιαν τὰς ἴσας ἔχει· ὀφθαλμοὺς πεφωτισμένους, ἀκοήν, περὶ ἧς ὁ προφήτης εὐχαριστῶν τῷ μεγαλοδώρῳ φησίν· «Προσέθηκέν μοι ὠτίον τοῦ ἀκούειν.» Ἔστι δὲ συγγενὴς τῇ ἐν κρυπτῷ ὄψει καὶ ἀκοῇ ὄσφρησις, καθ' ἣν ἀντιλαμβάνεσθαι προσήκει τῆς «Χριστοῦ εὐωδίας» καὶ πνοῆς τῶν πνευματικῶν αὐτοῦ μύρων. 3.63 Ἔστι δὲ καὶ γεῦσις καὶ ἁφὴ παρὰ τὰς κοινάς, καθ' ἃς γεύσασθαι ἔστιν ὅτι Χριστὸς ὁ Κύριος, καὶ ἅψασθαι καὶ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.