Unit 22 rem early
Rem early: Unit 22; lemma and argument toward the thesis.
Greek
καὶ ἐπεὶ μὴ μόνων σωτὴρ ὑπάρχει τῶν ὑποζευχθέντων τῷ χρηστῷ αὐτοῦ ζυγῷ, ἀλλὰ καὶ τῶν ἄρτι κληθέντων, καὶ πώλῳ νέῳ ἐπιβέβηκεν, ἔτι ἀδαμάστῳ καὶ ἀχαλιναγωγήτῳ ὄντι, ἵνα καὶ αὐτὸν ἐξημερώσῃ οἷα ἄριστος πωλοδάμνης. 3.142 Πρὸς τῇ νοήσει ταύτῃ, σημαίνονται διὰ τῆς λέξεως ἀμφότεροι οἱ κληθέντες λαοί, ὅ τε ἐκ περιτομῆς, υ῾̣πεζευγμένος τῷ ζυγῷ τοῦ κατὰ τὸ γράμμα καὶ τὴν σκιὰν νόμου, καλουμένῳ βαρεῖ ζυγῷ, καὶ ὁ εὐθέως κληθεὶς ἀπὸ πάσης εἰδωλολατρείας καὶ χειρίστης δεισιδαιμονίας. Ὅτι δὲ οἱ κατὰ τὸ γράμμα ὑπεζευγμε´̣νοι τῷ νόμῳ βαρὺν ἔφερον ζυγόν, οἱ ἀπόστολοι περὶ αὐτοῦ φασιν ἐν τῇ Βίβλῳ τῶν Πράξεων ἑαυτῶν ὅτι «οὔτε ἡμεῖς οὔτε οἱ πατέρες ἡμῶν ἴσχυσαν βαστάξαι» τὸν βαρὺν τοῦ νόμου ζυγόν. 3.143 Συνᾳδόντως καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος ἐπιστέλλει Γαλάταις, περιτέμνεσθαι αἰσθητῶς μετὰ τὸ εὐαγγέλιον θέλουσιν· «Στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.» Οὐ γὰρ ἔτι ἀκόλουθον ὑπῆρχεν ὑποκεῖσθαι τῷ ἄχθει καὶ τῷ βαρεῖ ζυγῷ τοὺς τοῦ εὐαγγελίου μαθητάς, πεισθέντας τῷ εἰρηκότι· «Ὁ ζυγός μου χρηστός.» 3.144 Ὡσαύτως καὶ πώλῳ τῷ λεχθέντι νέῳ ἐπιβέβηκεν ὁ πραῢς βασιλεύς, «ἵνα τ̣οὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον». Οὕτω γὰρ εἷς λαὸς καὶ Ἐκκλησία μία καταρτισθήσεται ἐξ ἀμφοτέρων τῶν κλήσεων. 3.145 Ἰσοδυναμούντως ἐν τοῖς Εὐαγγελίοις γράφεται περὶ τοῦ ἀπὸ τῆς κατέναντι κώμης λυθέντος πώλου, ἵνα πρὸς τὸν Ἰησοῦν ἔλθῃ, ἐξημερωθησομένου ἐπιβάντος αὐτῷ τοῦ Σωτῆρος· εἴρηται γὰρ ὅτι οὔπω τότε ἐκάθισεν ἐπ' αὐτὸν ἀνθρώπων τις, δηλουμένου διὰ τῆς λέξεως ὅτι οἱ ἀπὸ τῶν ἐθνῶν οὐδέπω τότε ὑπό τινα λόγον διδασκαλικὸν μεθίσταντο· ἄθεοι γὰρ ἐν τῷ κόσμῳ ὑπῆρχον, οὐδεμίαν ἀληθινὴν̣ ἐλπίδα ἔχοντες· ἀλλ' εἰ καὶ πρὸ τῆς πίστεως ἀχαλιναγώγητος πῶλος ἦσαν, ἀλλ' οὖν γε ἐπιλάμψαντος τοῦ ἐκ τοῦ Ἰούδα ἀνατείλαντος Χριστοῦ, προσδοκία αὐτοῖς ὑπῆρκται, κατὰ τὸ εἰρημένον περὶ αὐτοῦ· «Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν», καὶ ἔτι· «Ἐπ' αὐτὸν ἔθνη ἐλπιοῦσιν.» 3.146 Μεγάλως ὠφεληθεισῶν τῶν δύο κλήσεω̣ν ἐκ τῆς ἐπιβάσεως τῆς ἐπ' αὐτὰς τοῦ δικαίου καὶ σῴζοντος καὶ πρᾴου βασιλέως, ἐξολεθρεύεται τὰ τοῦ Ἐφράιμ ἅρματα καὶ ἐκ τῆς Ἰερουσαλὴμ ἵππος καὶ σὺν αὐτοῖς τὸ τῶν ὠμοτάτων καὶ ἀγρίων πολεμίων τόξον, ἀφ' οὗ ἀπελύετο «τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη», τιτρώσκοντα εἰς τὸν τῆς ἀκολασίας ἔρωτα, ὡς πυρωθῆναι οἰστρηλατουμένους τοὺς πυρουμένους τῇ ἐμπαθεῖ αἰσχροπαθείᾳ. 3.147 Ἅρματα τοῦ Ἐφράιμ ὑπάρχει τὰ τῶν ἑτεροδόξων ἀθροίσματα καὶ ἡ ἄλογος αὐτῶν δογματοποιΐα. Πολλάκις ἀποδέδεικται ὡς αἱ αἱρέσεις παρίστανται ἐκ τῆς τοῦ Ἐφρα´̣ιμ προσηγορίας, διὰ τὸν ἡγησάμενον τῶν 95 σχισμάτων πρῶτον Ἰεροβοάμ, ὄντα ἐκ τῆς τοῦ Ἐφράιμ φυλῆς· ὅνπερ γὰρ τρόπον ὁ Σωτὴρ Ἰούδας προσαγορεύεται διὰ τὸ ἐκ τῆς ὁμωνύμου φυλῆς ἀνατεταλκέναι, ἄρχων τῆς Ἐκκλησίας, οὕτως ὁ ἡγούμενος τῶν κακοδοξιῶν λόγος Ἐφράιμ ἐστίν, καρποφορίαν πολλὴν ἐπαγγελλόμενος διὰ τὸ ἀνύειν ἐν τοῖς ἀπατωμένοις. 3.148 Περὶ τῶν ὀλεθρευομέν̣ων ἁρμάτων, τὸ τῆς ἀληθείας στρατόπεδον ἐν τοῖς Ψαλμοῖς φασιν περὶ τῶν ἐποχουμένων καὶ ἡνιοχούντων· «Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.» 3.156 συνεφώνουν εἰς ἁμαρτίαν καὶ δυσσέβειαν. 3.157 Πρὸς ἕκαστον τῶν οὕτω γνώμης ἐχόντων ὁ βασιλεὺς νόμος φησίν· «Οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίᾳ· οὐδὲ συγκαταθήσει μετὰ πλήθους γενέσθαι μάρτυς ἄδικος.» Περὶ τῆς ὀλεθρίου ταύτης καὶ πρὸς τὸ κακὸν ῥοπὴν ἐχούσης, ἡ προσωποποιουμένη πόρνη ἐν ταῖς Παροιμίαις, ἥτις ποτ' ἂν ᾖ, πρὸς ἕκαστον τῶν φενακιζομένων ἀναιδῶς καὶ θρασέως κέκραγεν· «Θυσία εἰρηνική μοί ἐστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου.» 3.158 Ἀναιρεθέντων πάντων τῶν ἡρμηνευμένων πρὸς τοῦ παμβασιλέως, ὑπαρχθήσεται καὶ τόδε· «Κατάρξει, φησίν, ὕδατα ἕως θαλάσσης», φανερῶν αὐτὰ ἁλμυρὰ καὶ οὐ πότιμα ὄντα, καὶ «τὰς τῶν τῆς γῆς ποταμῶν διεκβολάς», ὕδατα καταγόμενα ἕως θαλάσσης. Οἱ αὐτόθεν δι' ἁλμυρίδα ἀσεβεῖς λόγοι τυγχάνουσιν, διεκβολὰς ἐχόντων τῶν τῆς γῆς ποταμῶν τὸ γλυκὺ καὶ πότιμον ἐπιψευδόμενοι. Οἷοί εἰσιν οἱ τοῦ Φαραὼ οἷς ἐγκαθεζόμενος κομπάζει λέγων· «Ἐμοῦ εἰσιν οἱ ποταμοί, κἀγὼ ἐποίησα αὐτούς.» Τούτων ὁ ποτισμὸς ἀπαγορεύεται ὑπὸ Θεοῦ ἐν Ἰερεμίᾳ τῷ προφήτῃ· «Καὶ νῦν γάρ, φησίν, τί σοι καὶ τῇ γῇ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηών; καὶ τί σοι καὶ τῇ γῇ Ἀσσυρίων, τοῦ πιεῖν ὕδωρ ποταμῶν;» 3.159 ∆ιεκβολαὶ εἴρηνται τῶν τῆς γῆς ποταμῶν αἱ πιθανῶς καὶ
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.