Unit 22 rem close
Rem CLOSEOUT: Unit 22 CLOSEOUT.
Greek
τὴν σκιώδη ····················μοσχαρίου, τῆς καινῆς ὑπὸ τοῦ ·······················αι βεβαιοῦσθαι, ὡς τὸν Παῦλον ···················· τοῖς τῇ παλαιᾷ διαθήκῃ πεποιθόσιν· «Εἰ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, π̣όσῳ τὸ αἷμα τοῦ Χριστοῦ καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι» καὶ ἀληθινῷ. 3.173 Τί δ' ὑπάρξεται καὶ ποία ἀσφάλεια ἔσται τοῖς ἐξαποσταλεῖσιν δεσμίοις τοῦ οὐκ ἔχοντος ὕδωρ λάκκου ἑξῆς δηλοῦται, φάσκοντος τοῦ λόγου· «Καθήσονται ἐν ὀχυρώμασιν», ἐπαινετοῖς δηλονότι, «οἱ δέσμιοι τῆς συναγωγῆς» τῆς ἐνδόξου Ἐκκλησίας, οὐδαμῶς ἔτι «σπίλον ἢ ῥυτίδα» ἐχούσης. Σωτήρια δὲ τὰ φρούρια· ἔνθα καθεδοῦνται διαναπαυόμενοι οἱ δέσμιοι τῆς συναγωγῆς, μετενεχθέντες ἐκ τοῦ ἀνύδρου λάκκου. 3.174 Ἐν τοῖς πρότερον ὁ λόγος ἐφανέρωσεν τίνα τὰ ψεκτὰ ὀχυρώματα ἃ ᾠκοδόμησεν ἡ Τύρος καὶ ἡ Νινευή· τίνα δ' ἐστὶ τὰ νῦν μνημονευόμενα ἐπαινετά, ἐν οἷς φυλάσσονται οἱ μετ' ἀναπαύσεως οἱ δέσμιοι τῆς θείας συναγωγῆς, ἴδωμεν. 3.175 Ἐν τῇ θείᾳ τῶν Παροιμιῶν γραφῇ ἡ εὐλάβεια ὀχύρωμα εἴρηται τῶν ὁσιότητα καὶ δικαιοσύνην κατορθούντων οὕτως· «Ὀχύρωμα ὁσίου φόβος Κυρίου.» Ὁ τῷ φόβῳ τοῦ Θεοῦ σκεπασθείς, ὑπεραναβὰς ταύτην τὴν σκέπην, ὑπ' αὐτοῦ τοῦ Θεοῦ φυλαχθῆναι εὐχόμενος, λέγει πρὸς αὐτὸν δι' εὐχῆς· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με»· καὶ ἔτι ἐν τριακοστῷ καὶ πρώτῳ Ψαλμῷ· «Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με, τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν καταδιωκόντων με.» Ἰσοδυναμούντως καὶ ἐν τριακοστῷ Ψαλμῷ ὁ τυχεῖν φρουρᾶς ἀκαταμαχήτου παρακαλῶν· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, εἶπεν, εἰς τόπον καταφυγῆς τοῦ σῶσαί με.» 3.176 Ἀλλὰ καὶ ὁ τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος τελέσας τε τὸν ἀγαθὸν δρόμον, τηρήσας τε τὴν πίστιν τηρεῖται καὶ αὐτὸς ὑπ' αὐτῆς· 97 ἣν καὶ δεικνὺς ὡς ἔστιν ἀσφαλῶς τετειχισμένη καὶ οὖσαν ἀκαταμάχητον, μετὰ τῶν παραπλησίων χαριστηρίως βοᾷ· «Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν· θήσει τεῖχος καὶ περίτειχος.» Πῶς γὰρ οὐκ ἀκαταμάχητος ἡ τεῖχος καὶ περίτειχον ἔχουσα πόλις, ἥτις ἐστὶν ἡ Ἐκκλησία, ἔχουσα μὲν τεῖχος συνιστάμενον ἐκ τοῦ πνευματικοῦ νόμου καὶ τῆς ἀνηγμένης θεωρίας, περίτειχος δέ, ἔξω τοῦ ἀσφαλοῦς τείχου̣ς, τὴν κατὰ ῥητὸν καὶ ἱστορίαν γραφήν. 3.177 Καὶ ἔτι κατὰ διάνοιαν ἄλλην τεῖχος τῆς καλλιπόλεώς ἐστιν ἡ περὶ τῆς Τριάδος πίστις καὶ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ὄντος Θεοῦ Λόγου, ἀληθείας τε καὶ Θεοῦ σοφίας, ὄντος περιτείχου καταλλήλως ταύτῃ τῇ νοήσει τοῦ λόγου τῆς ἐνανθρωπήσεως καὶ τοκετοῦ τοῦ ἐκ τῆς ἀπειρογάμου παρθένου Μαρίας. 3.178 ∆υνατὸν εἰπεῖν ὡς τεῖχος μὲν φρουροῦν τὴν Ἐκκλησίαν ἐστὶν τὰ εὐσεβῆ αὐτῆς φρονήματα κατὰ τὰ δόγματα τῆς ἀληθείας, περίτειχον δὲ τὰ ἠθικὰ παιδεύματα καὶ ἡ τῶν ἐντολῶν τήρησις. 3.179 Ῥηθείη καὶ ἑτέρως ὡς τειχίζεται μὲν προηγουμένως ἡ ἐχυρὰ πόλις ἐκ τῆς ἐπιστημονικῆς τῶν νοητῶν καὶ ἀσωμάτων θεωρίας, περίτειχος ἔχουσα τὴν περὶ τῶν αἰσθητῶν γνῶσιν τοῦ φαινομένου κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ τῆς διοικούσης αὐτὰ θείας προνοίας. 3.180 Ὁ ἐν ταύτῃ τῇ πόλει καὶ τοῖς συγγένεσιν αὐτῇ ἐπαινετοῖς ὀχυρώμασιν καθήμενος, Χριστοῦ δέσμιος ὤν, ἀφόβως διάγει προσδοκῶν διπλασιάζεσθαι ἀνθ' ὧν ἐθλίβη παράκλησιν καὶ παραμυθίαν· ἐπενήνεκται γὰρ πρὸς τὴν εὐεργετηθεῖσαν πληθύν· «Ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου, διπλᾶ ἀνταποδώσω σοι», διπλασιαζομένης τῆς παραμυθίας τῆς ἐπὶ τοῖς ὑπάρξασι θλιβηροῖς. 3.181 Αἰσθητὴν εἰκόνα τῆς θεωρίας τὰ κατὰ τὸν ἀνδρειώτατον Ἰὼβ λαβέ. Ὅνπερ γὰρ τρόπον ἐπ' αὐτοῦ ἐδιπλασιάσθη τὰ ἀφαιρεθέντα αὐτοῦ πάντα πρότερον, οὕτως οἱ γυμνασάμενοι τελείως πρὸς εὐσέβειαν «ἐπαγγελίαν ἔχουσιν ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης», οὐ τῆς ἐπικήρου ζωῆς, τῆς ἐλεεινοὺς ποιούσης τοὺς ἐπὶ μόνην αὐτὴν ἠλπικότας, ἀλλὰ τῆς νῦν ὑπαρχθῆναι δυναμένης τοῖς πιστεύουσιν, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος· «Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον», καὶ πάλιν· «Αὕτη δ' ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκουσίν σε τὸν ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» 3.182 Ὁ ταύτην τὴν ζωὴν ἀπεντεῦθεν ἔχων πολυπλασιαζομένην αὐτὴν σχοίη ὅταν τὸ τέλειον ἔλθῃ καὶ πρόσωπον πρὸς πρόσωπον ὀφθῇ ἡ ἀλήθεια. 3.183 Εἰσαγωγικώτερον δὲ καὶ τόδε ῥηθείη· τοῦ θανάτου εἰς πάντας ἀνθρώπους
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.