Commentarii in Zacchariam · §u22-rem-mid

Unit 22 rem mid

Rem mid: Unit 22; lemma continues; reading with the letter.

Greek

κεκομψευμένως γινόμεναι περὶ αὐτῶν λογικαὶ διέξοδοι, διὰ τὸ δοκεῖν γλυκύτητα ἔχειν τὴν πόσιν αὐτῶν. 3.160 Zach. IX, 11®12: Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ· Καθήσεσθε ἐν ὀχυρώματι, δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου, διπλᾶ ἀνταποδώσω σοι. 3.161 Προστάξας ὁ ἐν τῷ προφήτῃ λόγος, μᾶλλον δὲ ὁ Θεός, τῇ Σιὼν καὶ Ἰερουσαλήμ, τῇ μὲν σφόδρα χαίρειν, τῇ δὲ κηρύττειν τὸν ἐρχόμενον βασιλέα σῴζοντα καὶ ἰσχύοντα καὶ πρᾷον ὄντα, πρὸς αὐτὸν τὸν ἐρχόμενον τρέπει τὸν λόγον, φάσκων· «Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.» Ποῦ γὰρ ἔδει εἶναι τοὺς δεσμίους ἢ ἐν λάκκῳ ὕδωρ οὐκ ἔχοντι καθειργμένους ὑπὸ τῶν καταπονούντων; Εὑρεῖν οὖν ἔστιν πολλοὺς τῶν ἁγίων ἀνδρῶν εἰς ἀνύδρους λάκκους βεβλημένους πρὸς τῶν ἐπιβουλευόντων καὶ φ̣ο̣νώντων κατ' αὐτῶν. 3.162 Τὸν Ἰωσὴφ γοῦν φθονούμενον διὰ προσοῦσαν καλοκἀγαθίαν, οἱ ἀδίκως φθονοῦντες εἰς λάκκον οὐκ ἔχοντα ὕδωρ ἔβαλον. Ὡσαύτως καὶ τὸν σοφώτατον ∆ανιήλ, τὸν τοῦ Θεοῦ φίλον, εἰς οὐκ ἔχοντα ὕδωρ λάκκον ἔρριψαν οἱ Βαβυλώνιοι, τοῦ ἄνυδρον αὐτὸν εἶναι παρισταμένου ἐκ τοῦ λέοντας ἐκεῖ διάγειν, οὐ δυναμένων ζῆν εἰ πεπληρωμένος ὑδάτων ὑπῆρχεν. Καὶ τὸν Ἰερεμίαν γοῦν, τὸν μέγαν προφήτην, οἱ ἀντικείμενοι εἰς λάκκον βορβόρου πλήρης ἔρριψαν. Καὶ οὐδεὶς τῶν οὕτως ἐπιβουλευθέντων ἀβοήθητος ἔμεινεν, ἀποστείλαντος αὐτοὺς τοῦ Θεοῦ αὐτῶν ἀβλαβεῖς ἐκ τοῦ ἀνύδρου λάκκου. 3.163 Καὶ ἐπεὶ ταῦτα συμβολικῶς ἐτελεῖτο, ὅρα μὴ ἄνυδρός ἐστιν λάκκος, διὰ τῶν συμβόλων δηλούμενος, τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν ὁ ᾅδης, οὐκ ὄντος ἐκεῖ ὕδατος ζωτικοῦ, διὰ τὸ μηδαμῶς εἶναι ἐκεῖ ὑγρότητα ἐπαινετήν. 3.164 Αὐτίκα γοῦν ἐκεῖ γενάμενος ὁ πλούσιος ὁ πορφύραν καὶ βύσσαν κ̣································· καθ' ἡμέραν ευ·································· ἐν πυρὶ φλογὸς τ̣········································ ῥανίδα ὕδατος 96 ···································· οὐχ εὗρεν ······································· 3.165 ὡς ἡ γῆ σα········η̣ τ····················· ματος τη········ν····························· τὴν καῦσιν καὶ τὸν φλογμόν ··················· βλασφήμου, γλώττης καλου̣μένου ························ ἀποδέδοται ἤδη ὡς ἡ λε····························· καὶ Ἰερεμίας, ἀπὸ τούτου ························· τος δι' ἀνύδρου λάκκου κα̣··························· πειν. 3.166 Ἐν τῷ ἀνύδρῳ λάκκῳ ···················· νον, πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ·················· χθέντες ὑπὸ τῶν τῆς αι̣························ εὐεργέτης ἐν Ὠσῆε τῷ προφήτῃ ·················· τυραννικῶν ἀνδρῶν· «Ἐξέτεινα αὐτοὺς ἐν (τοῖς) δεσμοῖς ἀγαπήσεώς μου.» 3.167 Ἰσοδυναμοῦσιν ···················· δεσμὰ καὶ αἱ πέδαι τῆς σοφίας ························ πόθον αὐτῆς ἔχοντα· «Ἔμ̣βαλλε τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς.» Οἱ οὕτω̣ γ̣ε̣νάμενοι ·················· πρός τινα καιρόν, κατά τινα οἰκ······················ κω ἀποστέλλονται ἐκεῖθεν εν̣························· 3.168 αὐτῶν ἀποθανόντος καὶ αν̣····················· «ἐκ τῆς ματαίας ἀναστροφῆς πατροπαραδότου ··········· οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλ̣ὰ τιμίῳ αἵματι ὡς ἀμώμου ἀμνοῦ», οὗτος δ' ἐστὶν ὁ Χριστός. Α············· ····································· ·ες λαβών, ····································· ἐπιδούς, εἰ῀̣3.169 πεν ····························· ποτήριον ἡ καινὴ διαθήκη ····················· τούτῳ τῷ αἵματι ·························· Χριστοῦ Ἰησοῦ δέσμιοι ····························σ̣κ̣········τος εκει······························κ̣ετ̣α̣ι̣ ω̣·····υξεν, ·····························ς γοῦν ··τεθνηκότος 3.170 ··························· προῆγον εἰς τὴν ἁγίαν ························· δηλονότι τῶν δεσμίων ἐκ τοῦ ······················· αἷμα̣ τῆς διαθήκης. Ὁ θάνατος ··························ς̣ διαθήκης ὑποστάντος ······················· ὡς γράφει ὁ Ἀπόστολος κατὰ ····· «∆ιαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.» 3.171 ·· αὐτίκ̣α γοῦν καὶ Μωϋσῆς ὁ μέγας ἱεροφάντης ··········· λαβὼν τὸ βιβλίον τοῦ νόμου τῆς διαθήκης ····················τος, λαβὼν αἷμα ἱερουργη······················ νεκροῖς εἶπεν· «Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατ̣ο» Κύριος «καὶ διέθετο πρὸς ὑμᾶς». 3.172 ·······················ουτινος θάνατον

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.