Commentarii in Zacchariam Unit 29 opening
Unit 29.
Lemma-led open — ἐν Χριστῷ ἄνθρωπος
Greek
ὡς χρηματίζειν «ἐν Χριστῷ ἄνθρωπος», ὡς μὴ διαφέρειν περὶ τούτου φάναι ὅτι ἄνθρωπος καὶ ψυχὴ Θεοῦ τυγχάνει. Ἠλίας γὰρ ἄνθρωπος Θεοῦ χρηματίζων καὶ ψυχὴ Θεοῦ ῥηθείη· ὡσαύτως καὶ ὁ ἱεροφάντης Μωϋσῆς, καὶ εἴ τις ἄλλος τῆς αὐτῆς ἁγιότητος καὶ ἀρετῆς μετέχει. 4.94 Οὐ πολλῶν δὲ μαρτυρίων χρεία τὸ νῦν, πολλάκις ἤδη ἀποδείξεως γεναμένης· ἀρκεῖ γὰρ τὴν Παύλου καὶ Πέτρου παραλαβεῖν φωνήν. Ὃ μὲν γὰρ ἔγραψεν· «Πᾶσα ψυχή», τοῦτ' ἔστιν ἄνθρωπος, «ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω», ὃ δέ· «Τοῦτ' ἔστιν ὀκτὼ ψυχαὶ διεσώθησαν», ὀκτὼ ψυχὰς λέγων τοὺς σωθέντας ἐν τῇ κιβωτῷ ἐν τῷ κατακλυσμῷ, τὸν Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, τήν τε γυναῖκα αὐτοῦ καὶ τὰς τρεῖς συμβιούσας τοῖς υἱοῖς αὐτοῦ. 4.95 Ἡ οὕτω λεγομένη Θεοῦ ψυχὴ βαρύνεται ἐπὶ τοὺς τρεῖς ἀναιρουμένους ποιμένας ἐν ἑνὶ μηνί, συναγανακτοῦσα τῷ ἐξαίροντι αὐτοὺς Σωτῆρι. Γίνεται δὲ ἡ ἔξαρσις αὐτῶν διὰ τὸ ἀπὸ ἀγριότητος τὰς ψυχὰς αὐτῶν ἐπωρύεσθαι λεόντων δίκην ἐπὶ τὸν ποιμένα τὸν ἀληθινόν. 4.96 Τῆς τῶν ποιμένων ὠμότητος περιγραφείσης, ὁ ἀγαθὸς ἀγελάρχης πρὸς τὰ ἀπολωλότα ὑπὸ τῶν φαύλων νομέων πρόβατα «Οὐ ποιμανῶ ὑμᾶς» ἀπειλῆς τρόπῳ λέγει, μάλιστα ὅτι ἔτι ἐτύγχανον ὑπὸ τοὺς βλαπτικούς· οὔπω γὰρ ἦσαν ἀναιρεθέντες· τὸ γὰρ «Ἐξαρῶ τοὺς τρεῖς ποιμένας» δείκνυσιν ὅτι ἀκμὴν ἐτύγχανον ἐπικείμενοι τοῖς πεπλανημένοις ὑπ' αὐτῶν ποιμνίοις. 4.97 Ποίῳ δὲ τρόπῳ καὶ τίνος ἕνεκα ἡ μία τῶν ῥάβδων κάλλος κέκληται, ἡ δὲ ἑτέρα σχοίνισμα, ἐν τοῖς ὅσον οὔπω ἐκτεθησομένοις σαφηνισθείη. Νῦν δὲ δεῖ σὺν Θεῷ φάναι· 4.98 Zach. XΙ, 9: Τὸ ἀποθνῇσκον ἀποθνῃσκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. 4.99 Τοῦ ἀγαθοῦ νομέως ἐπιστατοῦντος τῆς ποίμνης, ἕκαστον τῶν προβάτων ὃν δεῖ τρόπον τημελεῖται. 123 Αὐτίκα γοῦν ὁ Κύριος Ἰησοῦς λέγει· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν καὶ ἀκολουθοῦσίν μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα», ὡς ἕκαστον τῶν συμπληρούντων τὴν θείαν ἀγέλην βοᾶν περὶ τοῦ ἀγελάρχου· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με οὐ μὴ ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.» 4.100 Οὕτως ἐπιστατουμένων τῶν λογικῶν θρεμμάτων παρ' ἰδίαν ῥᾳθυμίαν αὐτῶν ἐγκαταλειφθέντων ὑπὸ τοῦ λέγοντος· «Οὐ ποιμανῶ ὑμᾶς», πᾶν τοὐναντίον ὑπῆρκται τοῖς ποιμνίοις, ὡς λοιπὸν τὸ ἀποθνῇσκον ἀποθνῄσκειν, μακρυνθὲν τοῦ λέγοντος ποιμένος περὶ τῶν αὐτοῦ προβάτων· «Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν, τιθέντος μου τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων.» 4.101 Πρὸς τῷ ἀποθνῇσκον ἀποθνῄσκειν, καὶ τὸ ἐκλιμπάνον ἐκλείψει ἐρημωθὲν προστασίας, ὡς ἕκαστον τῶν ἀποσφαλέντων τῆς καταλλήλου νομῆς τοῦ πλησίον τὰς σάρκας κατεσθίειν, εἰς ἀγριότητα μεταβαλόντων. Ταύτῃ τῇ ὠμότητι ὑποπεσούσης τῆς Γαλατῶν Ἐκκλησίας, πρὸς αὐτὴν εἰκότως γράφεται ὑπὸ τοῦ ἀποστόλου Παύλου· «Εἰ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.» Περὶ οὕτως ἐκθηριωθέντων κατ' αὐτοῦ ὁ ὑμνῳδὸς ψάλλει· «Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.» 4.102 Πλὴν εἰ κἀκεῖνοι οὕτω διετέθησαν, ἀβλαβὴς διαμείνας λέγει· «Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.» Καὶ ὁ προφήτης δὲ Ἰερεμίας περὶ τῶν θηρῶν δίκην κατὰ τῶν σπουδαίων βλάβην ἐπιχειρούντων λέγει· «Ἅγιος Ἰσραήλ, τῷ Κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ κατεσθίοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ' αὐτούς, φησὶν Κύριος.» 4.103 Εὖ δὲ καὶ τὸ εἰρῆσθαι κατεσθίειν ἕκαστον τὰς σάρκας καὶ οὐ τὴν ψυχὴν ἢ τὸν νοῦν τῶν πλησίον. 4.104 Ὁ ταύτης τῆς ὠμότητος ῥυσθεὶς εὐχαριστητικῶς περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίων βοᾷ· «Εὐλογητὸς Κύριος, ὃς οὐκ
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.