Commentarii in Zacchariam Unit 31 opening
Unit 31.
Lemma-led open — Τίς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ
Greek
πλαττόμενον πνεῦμα ἀνθρώπου ἐν αὐτῷ ἐκεῖνό ἐστιν περὶ οὗ Ἀπόστολος γράφει· «Τίς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ», ἕτερον ὂν παρὰ τὴν λογικὴν ψυχὴν «κρυπτὸν ἄνθρωπον τῆς καρδίας» καλούμενον. 4.183 Πλάσις δ' αὐτοῦ οὐχ οἵα ἡ τοῦ σώματός ἐστιν, ἀλλ' ἐκείνη ἣν ὑπαρχθῆναι τῇ καρδίᾳ ἑαυτοῦ εὔχεται ὁ ἅγιος ὑμνῳδὸς λέγων· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός.» Πλάττεται δὲ καρδία καθαρὰ ἡ κατὰ ἀρετὴν καὶ τὴν ἄλλην ἁγιότητα τυπουμένη, ἵνα τρανῶς καὶ εὐρύθμως ἐνεργῇ τε καὶ νοῇ. 4.184 Ταύτης τῆς γνώμης τυγχανούσης τῆς κτεινάσης τὸν ὠμὸν τύραννον Ὀλοφέρνην ἀνδρειωτάτης Ἰουδίτ, οἱ σοφώτατοι πρεσβύτεροι ἐπαινοῦντες εἶπον πρὸς αὐτήν· «Ἀγαθὸν τὸ πλάσμα τῆς καρδίας σου.» Ὁμωνυμεῖ τὸ πλάσμα καὶ ἡ πλάσις τοῖς τοῦ σώματος· ταῦτα μὲν γὰρ ἀντέρεισιν πρὸς τὸ πλαττόμενον σημαίνει ὑλικὸν ὑποκείμενον ὑπάρχον, τῆς τοῦ πνεύματος πλάσεως διὰ τύπωσιν ἐννοιῶν καὶ λογικῶν φαντασιῶν παριστάσης. 4.185 Ὁ ἐκτείνας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν καὶ πλάσας τὸ τοῦ ἀνθρώπου πνεῦμα ἐν αὐτῷ ἀπειλεῖ ἐρημῶσαι καὶ καθελεῖν τὴν Ἰουδαίων πόλιν καὶ χώραν διὰ τὰ τολμηθέντα κατὰ τοῦ ἐπιδημήσαντος Σωτῆρος ὑπὸ τῶν ἄθεα δεδρακότων, – σταυρῷ τε γὰρ καὶ μάστιξιν περιέβαλον τὸν δόντα τὴν ψυχὴν αὐτοῦ λύτρον, τὸν τὴν τοῦ κόσμου ἄραντα ἁμαρτίαν, –καίτοι ὑπὲρ σωτηρίας πάντων ἐληλυθότος. 4.186 Τί δ' ἐστὶν ἃ προαναφωνεῖ ἀνιαρὰ κατὰ τῶν χριστοκτονησάντων; «Ἰδοὺ τίθημι, φησίν, τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα καὶ τὴν Ἰουδαίαν πᾶσι τοῖς λαοῖς κύκλῳ», ὡς μηδεμίαν ἔτι ἕδραν καὶ ἀσφάλειαν ἔχειν, ἐγκαταλειφθεῖσαν ὑπὸ τοῦ θεμελιώσαντος καὶ φρουροῦντος αὐτήν, πληρουμένου τοῦ ἀπειλῆς τρόπῳ προαναφωνηθέντος ἐν μὲν Ἠσαΐᾳ· «Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών», ἐν δὲ Ἰερεμίᾳ πρὸς αὐτοῦ τοῦ ἀποστραφέντος αὐτὴν δι' ἐπιπολάσασαν ἀσέβειαν εἰπόντος· «Ἐγκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην 132 ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς.» 4.187 Πρὸ γὰρ τῆς καταλείψεώς τε καὶ παραδόσεως, οἶκος καὶ κληρονομία καὶ ψυχὴ ἠγαπημένη ὑπῆρχεν ἡ περὶ ἧς λέγεται ταῦτα τοῦ εἰρηκότος ὕστερον διὰ τὴν εἰς αὐτὸν ἀσέβειαν· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» 4.188 Εὖ δὲ μὴ τὰς θύρας ἀλλὰ τὰ πρόπυλα τεθήσεσθαι· οὐ γὰρ ὅλη ἐξ ὅλων ἡ ἀσφάλεια κεκλόνηται, ἀλλ' ἡ κατὰ τὴν σκιὰν καὶ τὸ γράμμα, εἴσοδος οὖσα τῶν ἐξωτερικῶν τοῦ νόμου, ἃ εἴρηται «δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα». 4.189 Ἐπειδὴ δὲ τὰ ἀπειληθέντα ἀνιαρὰ ἥψατο καὶ τῆς αἰσθητῆς Ἰουδαίας καὶ μητροπόλεως αὐτῆς, –καθῃρέθη γὰρ ὡς μηκέτι λίθον λίθῳ ἐπικεῖσθαι, –οἱ πέριξ λαοὶ τῶν ἀλλογενῶν ἐθνῶν, οὐκ ἐπιτρεπόμενοι εἰσελθεῖν ἐπὶ τῷ τὸ ἱερὸν ἔδαφος πατῆσαι, καταπατοῦσιν αὐτήν, ὡς καταπατούμενον ψιλὸν καὶ κοινὸν λίθον ποσὶν ἀνίπτοις ἐπιβαίνοντες. 4.190 Τοῦτο τὸ σκυθρωπὸν μακρῷ βλέμματι προφητικῷ προθεασάμενος ὁ Ἰερεμίας, θρηνῶν καὶ ὀλοφυρόμενος τὴν τοσαύτῃ κακοπραγίᾳ ὑποπεσοῦσαν πόλιν, γοερῶς ἀνεφθέγξατο· «Πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν, εἰς χήραν ἐλογίσθη ἡ πεπληθυμμένη ἐν ἔθνεσιν;» 4.191 Ταῦτα συμβήσεσθαι τῇ Ἰερουσαλήμ, ἐγγίσας αὐτῇ ὁ Σωτὴρ εἶπεν· «Ἰερουσαλήμ, Ἰερουσαλήμ, εἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· ἐπελευσόμενοι γὰρ ἐχθροί σου συνέξουσίν σε, χάρακά σοι περιβαλόντες», ὡς ἐγκαταλειφθεῖσαν εἰς τὴν γῆν ἐδαφισθῆναι, κύκλῳ σου γεναμένων πάντων τῶν πολεμίων ἐθνῶν, ὡς ἔρημόν σε ὀφθῆναι· «Ὅταν γάρ, φησίν, ἴδητε τὴν Ἰερουσαλὴμ κυκλουμένην ὑπὸ στρατοπέδων, γιγνώσκετε ὅτι ἤγγισεν ἡ ἐρήμωσις αὐτῆς.» 4.192 Ὑπῆρκται δὲ ταῦτα αὐτῇ πείρᾳ τοῖς κυριοκτόνοις, ὅτε Ῥωμαῖοι ἐκράτησαν αὐτῶν καὶ τὰς πόλεις αὐτῶν καθεῖλον καὶ αὐτοὺς ἐξηνδραπόδισαν, ἀποστραφέντας νόμῳ αἰχμαλωσίας, μᾶλλον δὲ ἀποσπασθέντας τῆς
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.