Commentarii in Zacchariam · §u31-rem-early

Unit 31 rem early

Rem early: Unit 31; lemma and argument toward the thesis.

Greek

θρεψαμένης, ὡς μηκέτι γῆν ἢ χώραν ἰδίαν ἔχειν, πανταχόσε γῆς ἀλωμένους. 4.193 Περὶ τῆς οὕτω φθασάσης ὀργῆς εἰς τέλος τῇ Ἰουδαίᾳ καὶ τοῖς οἰκοῦσιν αὐτήν, συγγραφεὺς αὐτῶν τῶν παθόντων ἴδιος πολύβιβλον σύνταξιν ἀνέγραψεν αὐτῶν τε καὶ τῶν τόπων αὐτῶν, ὡς ὁρᾶν ἀνενδοιάστως πεπληρωμένα τά τε εἶπεν ὁ Σωτὴρ καὶ ὁ Ζαχαρίας προφητικῶς ἀπεφθέγξατο ἀρχόμενα ἀπὸ τοῦ· «Τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα.» 4.194 Τεθέντων τῶν προθύρων αὐτῆς εἰς τὸ κλονεῖσθαι περιοχῆς τε συσχούσης αὐτήν, πάντα τὰ ἀλλόφυλα ἔθνη ἐπιβάντα οἷα λίθον ἀκάθαρτον καταπατοῦσιν καταφρονητικῶς, οὐκ ἐρχόμενοι ἔτι ὡς ἐπὶ τέμενος καὶ ἔδαφος ἱερόν, ἀφυλάκτως καὶ οὐ μετὰ τῶν προσηκόντων καθαρσίων καὶ προαγνειῶν. ∆ιὸ ἐμπαίζοντες ἐμπαίζουσιν αὐτῇ οἷα ἐρειπίῳ, πάντων λοιπὸν ἐπιβαινόντων ἐπὶ τῷ «ὡς ἀγρὸν ἀροτριᾶν». 4.195 Πρὸς τῷ ῥητῷ, ῥηθείη καὶ τὰ πρὸς διάνοιαν· πάντες οἱ αἱρετικοὶ δι' ὧν φρονοῦσιν κακῶς καὶ πράττουσι «οἰκοδομοῦσιν Σιὼν ἐν αἵμασιν καὶ Ἰερουσαλὴμ ἐν ἀδικίαις». Πῶς γὰρ οὐκ ἐν αἵμασ̣ιν οἰκοδομοῦσι τὴν Σιὼν σκανδαλίζοντες καὶ τὸ αἷμα ἐκχέοντες ὧν ἀπατῶσιν; ∆ιὸ καὶ ἐν ἀδικίαις οἰκοδομοῦσι τὴν Ἰερουσαλήμ. Ὅτι δὲ ἀδικοῦνται ὑπὸ τῶν φενάκων οἱ φενακιζόμενοι, σαφέστατα περὶ τῶν τοιούτων διαγορεύει ἡ τῶν θείων Παροιμιῶν γραφή, ὥδε λέγουσα· «Τῆς ἀσεβείας ἑαυτῶν πληθήσονται· ἀνθ' ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ.» 4.196 Τῆς οἰκοδομηθείσης χειρίστης πόλεως τίθησιν ὁ Θεοῦ λόγος τὰ πρόθυρα σαλευόμενα, ἵνα ἰσχυροῖς ἐλέγχοις ἀνατραπῶσιν, ὡς καταπατεῖσθαι ὑπὸ τῶν κύκλῳ λαῶν καταπατούντων τὴν ψευδώνυμον Ἰερουσαλὴμ οἷα λίθον μιαρὸν ἀποδειχθέντα, ὡς ἐμπαίζοντας ἐμπαίζειν τῇ ψευδωνύμῳ γνώσει τοὺς τὸ ἄναγνον καὶ ἀκάθαρτον αὐτῆς ἐγνωκότας, πρεσβεύοντας τὴν ἀλήθειαν καὶ τὰ τῆς βασιλείας τῶν οὐρανῶν μυστήρια. 4.197 Καὶ ἐπεὶ μὴ ὀλίγοι ἐμπαίζοντες ἐμπαίζουσιν, ἀλλὰ τὰ ἔθνη πάντα, τῇ εἰς εὐτέλειαν 133 πεσούσῃ, εἰκότως εἴρηται συναχθήσεσθαι ἐπ' αὐτὴν πάντα τὰ ἔθνη. Καταπατεῖται ὡς λίθος ἡ Ἰερουσαλὴμ ὅτε ἀνατείλας ὁ τῆς δικαιοσύνης ἥλιος ἀοίδιμον κατασκευάζει ἡμέραν νοητήν, ἣ πολλάκις ἤδη ἐμνημονεύθη. 4.198 Zach. XII, 4: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει· ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου· καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει. 4.199 Ἐν τοῖς προγνωσθεῖσιν τοῦ προφήτου, περὶ ἵππων καὶ τῶν ἐπιβατῶν αὐτῶν πολυτρόπως σαφήνεια γέγονεν· ὅθεν τὰ πλεῖστα αὐτῶν νῦν ἡσυχαστέον, μόνου μνημονεύοντες εἰς τὴν παροῦσαν χρείαν τοῦ οὕτω τεθεωρημένου. Οἱ ἀπατεῶνες ἄνθρωποι συνιστάμενοι ἐριστικοῖς λόγοις «ψευδεῖς ἵπποι εἰς σωτηρίαν» ὑπάρχουσιν, ἀναβάτας καὶ ἐπιβάτας ἔχοντες τὰ πλάνα πνεύματα καὶ τοὺς ἐν ὑποκρίσει ψευδολόγους δαίμονας ὧν πρεσβεύουσι τὴν διδασκαλίαν, προφερόμενοι «σοφίαν τοῦ αἰῶνος τούτου καὶ τῶν ἀρχόντων αὐτοῦ». 4.200 Τοὺς οὕτως ἔχοντας ἵππους πατάσσει Θεὸς ἐν ἡμέρᾳ ᾗ αὐτὸς ποιεῖ, κατὰ τὸ λεχθὲν εὐλογίας τρόπῳ πρὸς τὸν καταυγαζόμενον· «Ἔσται σοι Κύριος φῶς αἰώνιον.» Πατάττει δὲ ὁ Θεὸς τοὺς ψεκτοὺς ἵππους οὐκ ἐπὶ τῷ μηδαμῇ μηδαμῶς ὑπάρχειν, ἀλλ' ἵνα μὴ νοῶσιν περὶ ὧν λέγουσι καὶ διαβεβαιοῦνται, ἀπολλυμένης τῆς σοφίας αὐτῶν καὶ τῆς συνέσεως αὐτῶν ἀθετουμένης· οὗ συμβάντος, ὁ ἐπιβάτης ἑκάστου τοιούτου ἵππου παραφρονήσει. 4.201 Ταύτης τῆς οἰκονομίας ἀπεργασθείσης, διανοίξει ὁ Θεὸς τοὺς ὀφθαλμοὺς ἑαυτοῦ ἐπὶ τὸν οἶκον Ἰούδα, ὄντα «Ἐκκλησίαν Θεοῦ ζῶντος», βασιλεύοντος αὐτῇ τοῦ ἀνατείλαντος Σωτῆρος ἐκ τῆς φυλῆς Ἰούδα, πρὸς ὃν οἱ θεόσοφοί φασιν· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου.» 4.202 Ἐπὶ τὸν οἶκον τούτου τοῦ Ἰούδα διανοίγει τοὺς ὀφθαλμούς, τὰς ἐφόρους καὶ ἐποπτικὰς δυνάμεις αὐτοῦ, ὁ εὐεργέτης, ὡς ἕκαστον τῶν ἀντιλαμβανομένων τοῦ φωτισμοῦ καὶ τῆς χάριτος λέγειν εὐχῆς τρόπῳ· «Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.» Ἀπολαύουσι δὲ τῆς δωρεᾶς οἱ δίκαιοι πάντες, τοῦ παμβασιλέως «τοὺς ὀφθαλμοὺς αὐτοῦ ἔχοντος ἐπ' αὐτοὺς καὶ τὰ ὦτα εἰς τὴν δέησιν αὐτῶν». 4.203 Πρὸς τῷ πατάττεσθαι ἐν ἐκστάσει τὸν ἀποδοθέντα ἵππον καὶ ἐν παραφρονήσει τὸν ἐπιβάτην αὐτοῦ, καὶ πάντες οἱ ἵπποι τῶν λαῶν πατάττονται ὑπὸ τοῦ προνοητοῦ τῶν ὅλων ἐν ἀποτυφλώσει. Οὗτοι δ' εἰσὶν οἱ μοιχικῶς καὶ πορνικῶς οἰστρηλατούμενοι, περὶ ὧν ἡ προφητεία φησίν·

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.