Commentarii in Zacchariam Unit 33 opening
Unit 33.
Lemma-led open — Εἴσελθε σὺ καὶ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου
Greek
θυσιαστηρίου ὀλοφυρομένων. 4.269 Σύμφωνα ταύτῃ τῇ προφητείᾳ καὶ ἐν παλαιᾷ ἱστορίᾳ διαγορεύεται· κατασκευασθείσης γὰρ ὑπὸ τοῦ Νῶε κατὰ πρόσταξιν τοῦ πάντων κηδομένου κιβωτοῦ διὰ φοβερὰν ἐπομβρίαν ἵνα Νῶε καὶ ὁ οἶκος αὐτοῦ ἔξω πάσης βλάβης φυλαχθῶσιν, ἐπικειμένης ἤδη τῆς τοῦ ὑετοῦ φορᾶς, λέγει ὁ Κύριος τῷ δικαίῳ· «Εἴσελθε σὺ καὶ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου», ἵν' ἔνδον ἐν τῇ λάρνακι οἱ ἄνδρες καθ' ἑαυτοὺς καὶ χωρὶς αἱ γυναῖκες τυγχάνωσιν, γαμικῆς ὁμιλίας οὐ τελουμένης ἐν τῇ φθορᾷ τοῦ γένους ἀνθρώπων, πάντων ῥεόντων δίχα μόνων τῶν τεσσάρων συζυγιῶν τῶν εἰσελθουσῶν εἰς τὴν κιβωτόν, οὐκέτι ἐν διαιρέσει μενόντων τῶν ἀνδρῶν καὶ τῶν συμβιουσῶν ὅτε, ξηρανθείσης τῆς γῆς λωφήσαντος τοῦ κατακλυσμοῦ, ἔξω γίνονται τῆς κιβωτοῦ, ἐντολῆς ὑπὸ Θεοῦ δοθείσης «ἐξελθεῖν Νῶε καὶ τὴν γυναῖκα αὐτοῦ μετ' αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν»· ἐμποδισθείσης γὰρ τῆς κατὰ ἀνθρώπων ἀπειλῆς, αἱ συμβιώσεις ἀποδέδονται, ἵνα αὐξηθῇ ἡ τῶν ἀνθρώπων ἐκ παιδοποιΐας διαδοχή. 4.270 Παραπλησίως τοῖς οὕτω τεθεωρημένοις περὶ τοῦ Νῶε καὶ τοῖς ἐκ τοῦ προφήτου Ἰωήλ, καὶ νῦν ἐπηρτημένου δεινοῦ εἰς κοπετὸν προτρεπόμενος ὁ λόγος βούλεται τοὺς ἄνδρας καθ' ἑαυτοὺς καὶ ὁμοίως τὰς γυναῖκας κόπτεσθαι ἐπὶ τῷ αἰσθηθῆναι τὴν ἐπικειμένην συμφοράν. 4.271 Καὶ ὅρα γε τὴν ἀκρίβειαν τῆς προστάξεως μὴ μόνον τὰς διαφόρους φυλὰς διαστελλούσης ἀφ' ἑαυτῶν, ἀλλὰ καὶ τοὺς ὁμοφύλους ἄνδρας ἀπὸ γυναικῶν καὶ ἀνάπαλιν· φησὶν γάρ· «φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς». 4.272 Φυλὴν τοῦ οἴκου ∆αυὶδ λέγει τοὺς διὰ τὸ βασιλικῶς καὶ ἱκανῶς τῇ πρακτικῇ δυνάμει ἐνεργεῖν οὕτω τυγχάνοντας. 4.273 Καὶ ἐπεὶ μὴ κατὰ μόνην ἱστορίαν ἄνδρες γυναικῶν διαφέρουσιν τῷ τὰς μὲν τίκτειν τοὺς δὲ γεννᾶν, ἀλλὰ καὶ κατὰ ἀναγωγήν, αἱ σπείρουσαι ψυχαὶ μαθήματα ἄλλαις ψυχαῖς διδασκαλίας τρόπῳ ἄνδρες ἐν δίκῃ καλείσθωσαν, τῶν ὑποδεχομένων τὰ μαθήματα ἐξ ἄλλων, ἀλλ' οὐκ ἐξ ἑαυτῶν γεννωσῶν, προσαγορευομένων ἀλληγορικῶς γυναικῶν. 4.274 Ὁμοίως καὶ ἐπὶ τοῦ Νάθαν καὶ Λευὶ καὶ Συμεὼν καὶ τῶν ὑπολελειμμένων ἄλλων φυλῶν, ἡ παραλλαγὴ τῶν ἀνδρῶν καὶ γυναικῶν πρὸς ῥητὸν καὶ διάνοιαν μενέτω. Φυλὴ τοῦ Νάθαν καὶ ἡ τοῦ Λευὶ οἱ προφητικὴν 141 πολιτείαν καὶ γνῶσιν ἔχοντες καὶ οἱ θεραπευταὶ τοῦ Θεοῦ ὑπάρχουσιν. Ὁ μὲν γὰρ Νάθαν προφήτης, ὁ δὲ Λευὶ ἱερεύς ἐστιν· ἐξ αὐτοῦ γὰρ καὶ καθ' ἱστορίαν οἱ θεραπεύοντες Θεὸν ἱερατικῶς κατάγονται. 4.275 Ἕτερος παρ' ἀμφοτέρους ὁ Συμεὼν τυγχάνων, ἑρμηνευόμενος «εἰσακοὴ» ἢ «εἰσακουσμός», δηλοῖ τοὺς εἰσακουομένους ὑπὸ Θεοῦ ἐπινεύοντος ταῖς ἱκεσίαις αὐτῶν, μάλιστα ὅτι καὶ αὐτοὶ εἰσακούουσιν τῶν θείων προσταγμάτων. Ὥσπερ οὖν οἱ ὀνόματι δηλωθέντες χωρίς εἰσι οἱ ἄνδρες, μενουσῶν τῶν γυναικῶν καθ' ἑαυτάς, οὕτω καὶ αἱ ὑπολελειμμέναι ἄλλαι φυλαὶ ὡσαύτως ἐν τῷ κόπτεσθαι διάγουσιν. 4.276 Ἀκριβῶς δὲ ἐδηλώθη ὡς οὐκ ἐν ἄλλῃ πόλει ἢ τῇ Ἰερουσαλὴμ τὸν κοπετὸν δεῖ γενέσθαι, ἐξ οὗ μάλιστα πρὸς ἀναγωγὴν βλέπει τὸ προσταχθέν· ἔτι γὰρ ἐν τῇ αἰχμαλωσίᾳ ὁ λαὸς ἐτύγχανεν ὁπηνίκα ταῦτ' εἶπεν ὁ προφήτης. 4.277 Ἐπίστησον εἰ κατὰ τοιοῦτον σκοπόν, ἐγγιζούσης ὅσον οὐδέπω τῆς τοῦ κόσμου συντελείας, κατὰ τὸ γεγραμμένον ὑπὸ Ἰωάννου· «Ἐσχάτη ὥρα ἐστίν», πληθυνθέντος τοῦ τῶν ἀνθρώπων γένους, γράφει ὁ Ἀπόστολος· «Ὁ καιρὸς συνεσταλμένος· λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν», ἔξω τῶν ἀνδρῶν τῶν ἀγαμίαν κατορθούντων καὶ τῶν χηρευουσῶν γυναικῶν διὰ Χριστὸν καὶ τῶν παρθενίαν ἐπαναιρησαμένων διαγουσῶν ἵνα γνησίως καὶ ἀδιαστάτως σχολάζωσι ταῖς προσευχαῖς. 4.278 Zach. XIIΙ, 1: Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ ∆αυὶδ καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ καὶ εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.