Commentarii in Zacchariam · §u33-rem-early

Unit 33 rem early

Rem early: Unit 33; lemma and argument toward the thesis.

Greek

ῥαντισμόν. 4.279 Ἐν τῇ πολλάκις ἤδη λεχθείσῃ ἡμέρᾳ μετὰ σαφηνείας, πρὸς ἑτέροις ὑπάρξασιν καὶ τόδε ἔσται· διανοιγήσεται πᾶς τόπος ἐν τῷ οἴκῳ ∆αυὶδ ἐν τῇ Ἰερουσαλήμ, μετακινήσεως ἐσομένης εἰς ῥαντισμὸν θεῖον. Τόπος δὲ διανοιγόμενος τῷ οἴκῳ ∆αυὶδ ἡ θεόπνευστός ἐστιν γραφή, μάλιστα ἡ πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος· διανοιγόμενος τῇ Ἰερουσαλὴμ αὕτη δ' ἐστὶν ἡ ἄνω καὶ μήτηρ τῶν δικαίων ὑπάρχουσα «πόλις ἐπουράνιος τοῦ ζῶντος Θεοῦ». 4.280 Τόπον δ' ἐν τούτοις ἐκληπτέον οὐ τὸν περιγράφοντα καὶ περιορίζοντα σῶμα, ἀλλὰ τὸν διαιρούμενον εἰς προτάσεις καὶ προβλήματα. Ἕψεται τῇ διανοίξει τῶν οὕτω χρηματιζόντων τόπων μετακίνησις ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα καὶ τῆς σκιᾶς ἐπὶ τὴν ἀλήθειαν καί, συνελόντι φάναι, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια, ἀπὸ τῶν ὁρατῶν καὶ χαμαιζήλων ἐπὶ τὰ ὑψηλὰ καὶ ἀόρατα. 4.281 Τί δὲ ἀκολουθεῖ τῇ μετακινήσει ἢ περιρραντήρια ἁγνισμὸν τέλειον ἐπιφέροντα; Οὗτος ὁ ῥαντισμὸς τελεῖται τῷ θείῳ τοῦ Σωτῆρος αἵματι, περὶ οὗ γράφει ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος, προσφωνῶν οἷς ἐπιστέλλει τὴν ἐπιστολὴν τάδε· «Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ.» 4.282 Ῥαντίζει δὲ τὴν συνείδησιν τῶν λατρευόντων τῷ ζῶντι Θεῷ τὸ θεῖον αἷμα, «λυτρούμενον ἐκ τῆς ματαίας ἀναστροφῆς πατροπαραδότου» τοὺς τελουμένους, ὡς ἐν τῇ αὐτῇ ἐπιστολῇ παρίσταται τοῦ σοφοῦ μυσταγωγοῦ, οὕτως· «Εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε, ἀλλ' ἐν αἵματι τιμίῳ ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.» 4.283 Οἱ οὕτω περιρραινόμενοι ἐπὶ τῷ κτήσασθαι καρδίαν καθαράν, ἐπαλλήλως καὶ συνεχῶς παρακαλοῦντες πρὸς τὸν ὀρέξαι τὴν καθαρότητα δυνάμενον, ὡς εἷς φασιν· «Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» Εἰς ταύτην τὴν ἁγνείαν, «θρησκείαν οὖσαν καθαρὰν καὶ ἀμίαντον», προτρέπων ὁ ἱερὸς λόγος· «Λούσασθε, καθαροὶ γένεσθε», παραινεῖ. 4.284 Εἰ εἰσέρχεται καὶ ἡμᾶς ἔρως τοῦ εἰρημένου περιρραντισμοῦ, σπεύσωμεν οἰκῆσαι οἷα πολῖται τὴν νοητὴν Ἰερουσαλὴμ ὑπὸ τοῦ ∆αυὶδ βασιλευόμενοι, ἵνα διανοίγῃ ἡμῖν πᾶς ὁ ἡρμηνευμένος τόπος εἰς τὸ ῥαντισθῆναι μετακινηθέντας ἀπὸ τῶν σκιωδῶν ἐπὶ τὰ πρωτότυπα καὶ ἀληθινὰ σοφὰ 142 θεωρήματα. 4.285 Zach. XIIΙ, 2: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. 4.286 Ὅταν ἡ προλεχθεῖσα μετακίνησις εἰς τὸν ῥαντισμὸν καὶ τὴν ἀλήθειαν γένηται, τὸ τηνικάδε τὰ ἀναπλάσματα τῶν ἑτεροδόξων, τροπικῶς εἴδωλα καλούμενα, ὀλεθρευθήσεται ἀπὸ τῆς γῆς, οὐκ ἀπατωμένων ἔτι τῶν ἀνθρώπων, ἐλεγχθείσης τῆς τροπικῆς εἰδωλολατρείας ὑπὸ τῆς φανερωθείσης ἀληθείας καὶ ἀναιρεθείσης πάσης ψευδοῦς προφητείας καὶ τοῦ ἐνεργοῦντος αὐτὴν ἀκαθάρτου πνεύματος, τυγχάνοντος ἐν τῷ ἀνθρώπῳ πρὸ τῆς εἰς τὸν Χριστὸν πίστεως. 4.287 ∆υνατὸν καὶ περὶ τῶν αἰσθητῶν ἀφιδρυμάτων καὶ τῶν περὶ αὐτὰ δαιμόνων εἰρῆσθαι ἐξολεθρεύεσθαι αὐτὰ ἀπὸ τῆς γῆς. Ὅτι δὲ τὰ ἀγάλματα δηλοῦται τῇδε τῇ προσηγορίᾳ, ὑπὸ τοῦ ὑμνῳδοῦ μαθεῖν ἔστιν λέγοντος· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, πόδας ἔχουσιν καὶ οὐ περιπατοῦσιν», καὶ τὰ ἑξῆς. 4.288 Ὅτι δὲ ὁμωνυμοῦσιν αὐτοῖς τὰ ἐμφωλεύοντα τοῖς σηκοῖς αὐτῶν δαιμόνια, ὁ προφήτης Ἠσαΐας διδάσκει ἀρχόμενος ἔνθεν· «Ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ἰερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ· ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς γλυπτοῖς αὐτῆς, οὕτω ποιήσω καὶ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς.» 4.289 Ὀλολύζοντα εἴδωλα γλυπτά τε καὶ χωνευτὰ οὐ τὰ τεχνιτῶν κατασκευάσματα τυγχάνει, οὐ πεφυκότα ὀλολύζειν· ἐμψύχων γὰρ ἡ ἐνέργεια. Ἔστιν γὰρ ὁ ὀλολυγμὸς φωνὴ ἄσημος ὑπὸ ζῴου ἐκπεμπομένη ὑπὸ πάθους ψυχικοῦ. ∆ιὰ πλειόνων ἀποδέδεικται τὸ νόημα τοῦτο ἐν τοῖς εἰς τὸν Ἠσαΐαν ὑπομνήμασιν, μετὰ μαρτυρίου τοῦ ἀπὸ τῆς Σοφίας Σαλωμῶνος, οὕτως ἔχοντος· «Ἐπ' ἴσης γὰρ μισητὰ Θεῷ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ· τὸ γὰρ πραχθὲν σὺν τῷ δράσαντι κολασθήσεται.» 4.290 Εἴρηται δὲ ταῦτα τῷ σοφῷ περὶ τέκτονος ἀνθρώπου καὶ γλυφομένου ξύλου ὑπ' αὐτοῦ κατὰ μορφὴν ζῴου, καὶ ὥσπερ οὐ πέφυκεν ὀλολύζειν τὸ ψυχὴν οὐκ ἔχον, ὡς ὑπόγυον ἐλέχθη, οὕτως οὐδὲ κολασθῆναι δυνατῶς ἔχει. ∆ιὸ ταῦτα ἐκλαμβανέσθω περὶ δαιμόνων προσπεπατταλωμένων τοῖς ἀψύχοις ἀγάλμασιν. 4.291 Ὀλεθρευομένων τῶν εἰδώλων ἀπὸ τῆς γῆς, ἐξαίρονται ἀπ' αὐτῆς οἱ ψευδομάντεις καὶ ἁπαξαπλῶς οἱ πρόγνωσιν ψευδῆ ἐπαγγελλόμενοι, ψευδοπροφῆται ἐν δίκῃ ὑπὸ τῆς θείας

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.