Commentarii in Zacchariam Unit 35 opening
Unit 35.
Lemma-led open — Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν
Greek
τῷ Εὐαγγελίῳ τοῖς ἔξω τῆς ἀληθείας γεν̣αμένοις Ἰουδαίοις· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν», καὶ πρότερον ἐν τῷ προφήτῃ· «Ἐγκατέλιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου», καὶ τὰ ἑξῆς. Πλὴν εἰ καὶ ἔξω γέγονεν τῶν δι' ἀσέβειαν ἐγκαταλειφθέντων, ἀλλ' οὖν ἀκραδάντως ἵστανται οἱ πόδες αὐτοῦ εἰς τὸ ὄρος ἔνθα φυτεία ἐστὶν καρπὸν φέρουσα σωστικὸν καὶ φυλακτικὸν τοῦ θείου φωτὸς καὶ λύοντα νόσους καὶ πόνους. Ἵστανται δὲ οὐκ ἐν ταπεινῇ φυτείᾳ, ἀλλ' ἐν ὕψει καὶ ὄρει μενούσῃ, ἐξ ἀνατολῶν τοῦ θείου φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης. 5.41 Τί δὲ ὑπῆρκται, στάντων τῶν ποδῶν τοῦ Κυρίου πρὸς ἀνατολὰς τοῦ ὄρους τῶν ἐλαιῶν, ἢ διαιρεθῆναι τὴν θείαν φυτείαν, ἵνα τὸ μὲν αὐτῆς πρὸς ταῖς ἀνατολαῖς τὰς ῥίζας βαλὸν διαμείνῃ, τοῦ λοιποῦ εἰς θάλασσαν μεταβάντος, ἔνθα χάος ἐστὶν σφόδρα. Καὶ ἐπεὶ ἔστιν ἐν τῇ γραφῇ ἐπαινετὰς ἐλαίας εὑρεῖν καὶ ψεγομένας εἰς ταὐτὸν συναγομένας, ἰδῶμεν ποῖαι τούτων ἐν τῷ φωτὶ καὶ τῇ ἀνατολῇ κατάκεινται καὶ ποῖαι εἰς τὴν θάλασσαν ἀπέκλιναν. 5.42 Ὁ ἅγιος ὑμνῳδὸς κελαδῶν περὶ ἑαυτοῦ ἀπαγγέλλει· «Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.» Περὶ δὲ τοῦ εὐλάβειαν κατορθώσαντος, ἐν μιᾷ ᾠδῇ τῶν ἀναβαθμῶν φέρεται· «Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλὴμ καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.» 5.43 Οὐδεὶς τῶν ἐντυγχανόντων γνησίως τῇ ᾠδῇ ταύτῃ οὕτως βραδὺς καὶ εὐήθης ὑπάρχει ὡς νομίσαι ὅτι πάντα ταῦτα τὰ ἐπηγγελμένα παντὶ εὐλαβεῖ πρόσεστιν, πολλῶν κεκτημένων φόβον Θεοῦ τελειοῦντα τὸν ἔχοντα, κατὰ τὸ γεγραμμένον· «Οὐκ ἔστιν στέρημα τοῖς φοβουμένοις αὐτόν», δῆλον δ' ὅτι τὸν Θεόν, οὐδαμῶς τὰ αἰσθητὰ ἐσχηκότων. 5.44 Ἠλίας γοῦν, ὁ μέγας προφήτης, καὶ Ἐλισαῖε, ὁ μαθητὴς αὐτοῦ, καί, τί λέγω, ὁ βαπτιστὴς Ἰωάννης «οὗ μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν» γέγονεν, οὐδὲν τῶν ἐξηριθμημένων αἰσθητῶς ἔσχον, οὐδαμῶς συνοικήσαντες γυναιξίν, οὐκ αἰσθητὰ τέκνα ἐσχηκότες, ἀλλ' εἰ καὶ τῶν αἰσθητῶν τούτων οὐδαμῶς μετέσχον, ἀλλά γε κατὰ ἀναγωγὴν καὶ υἱοὺς καὶ υἱωνοὺς ἔσχον, εὐλογηθέντες ὑπὸ τοῦ Θεοῦ ἐν τῇ Σιὼν καὶ ἑωρακότες τὰ ἀγαθὰ τῆς ἀληθινῆς Ἰερουσαλήμ, προσεληλυθότες τῷ τῆς Σιὼν ὄρει καὶ τῇ 150 Ἰερουσαλὴμ τῇ ἐπουρανίῳ οὔσῃ πόλει τοῦ ζῶντος Θεοῦ. 5.45 Αἱ οὕτως ἀποδοθεῖσαι ἐλαῖαι καὶ τὰ νεόφυτα αὐτῶν ἐν τῷ ὄρει τῶν ἐλαιῶν πρὸς τῇ ἀνατολῇ τὴν φυτείαν ἔχουσιν, μεταφυτευθησόμεναι εἰς τὸν παράδεισον ὃν ὁ Θεὸς ἐφύτευσεν ἐν Ἐδὲμ κατὰ ἀνατολάς. Καὶ οὐ παράδοξον τὸ ἀπαγγελλόμενον· εἰ γὰρ ὁ μετανοήσας λῃστής, ὁμολογήσας βασιλέα τὸν Σωτῆρα, ἤκουσεν ὑπ' αὐτοῦ· «Σήμερον ἔσῃ μετά μου ἐν τῷ παραδείσῳ», πῶς οὐ πολλῷ πλέον δέξονται τὴν τοιαύτην ὑπόσχεσιν οἱ τὸν πάντα βίον αὐτῶν ἢ τὸν πλείονα οὕτω πολιτευσάμενοι, ὡς φάναι μετὰ παρρησίας· «Ἡμῶν γὰρ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· «Ἐπὶ γῆς στενάζοντες τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχομεν.» 5.46 Εἰς τὴν μακαρίαν ταύτην πρὸς ἀναγωγὴν φυτείαν τακτέον καὶ τὴν ἐγκεντρισθεῖσαν ἀγριελαίαν̣ εἰς τὴν ἁγίαν ῥίζαν καὶ πιότητα ἐπὶ τὸ καλλ̣ιέλαιον γενέσθαι, ὡς τὴν αὐτὴν παρρησίαν τῷ ὑμνῳδῷ ····σαμένην φάναι· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ», τῶν ἐκκλασθέντων κλάδων δι' ἀπιστίαν, οὗτοι δ' εἰσὶν οἱ Ἰουδαῖοι οἱ κυριοκτονήσαντες, εἰς τὴν θάλατταν εὑρισκομένων, δηλαδὴ τῷ κλύδωνι καὶ ἁλμυρίδι τῶν τοῦ κόσμου πραγμάτων, ἔνθα σφόδρα χάος ἐστίν. 5.47 Συνῳδὰ τῷ Ἀποστόλῳ καὶ ἐν Ἰερεμίᾳ περὶ τῶν ἐκκλασθέντων κλάδων ὁ Θεὸς ἀποτεινόμενος πρὸς τὴν ἐκ περιτομῆς συναγωγήν φησιν· «Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα; Μὴ εὐχαὶ καὶ κρέα ἅγια
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.