Commentarii in Zacchariam · §u35-rem-early

Unit 35 rem early

Rem early: Unit 35; lemma and argument toward the thesis.

Greek

ἀφαιροῦσιν τὴν κακίαν ἀπὸ σοῦ, ἢ ἐν τούτοις διαφεύξει;» Ἐλέγξαντος τοῦ τὸ κρυπτὸν ὁρῶντος τὴν ἐν τῷ οἴκῳ αὐτοῦ ποιήσασαν βδέλυγμα, ὁ θεῖος λόγος λέγει πρὸς αὐτήν· «Ἐλαίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν Κύριος τὸ ὄνομά σου· ἠχρεώθησαν οἱ κλάδοι σου.» Πῶς γὰρ οὐκ ἀχρεῖοι κλάδοι γεγένηνται οἱ ἐκκλασθέντες τῇ ἑαυτῶν ἀπιστίᾳ, μάλιστα μεταβεβηκότες εἰς τὴν τοῦ βίου ζάλην, ἐν ᾗ τρικυμίαι καὶ πλῆθος ἁλμυρῶν καὶ πικρῶν ὑδάτων. 5.48 Πρὸς τῷ εἰς τὴν θάλατταν γεγονέναι τοὺς ἀπιστήσαντας κλάδους, καὶ σφοδροτάτῳ χάει κατεσπάσθησαν. Περὶ ταύτης τῆς βλαβείσης παρ' ἑαυτὴν πόλεως λέγεται–τῆς ἰουδαϊκῆς φημι– καὶ ἐν ἑτέρῳ προφήτῃ, Μιχαίας δ' ἐστὶν οὗτος, ὑπὸ τοῦ Θεοῦ· «Κατασπάσω εἰς χάος τοὺς λίθους αὐτ̣ῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω.» 5.49 Τ̣ούτων τ̣ῶν σκυθρωπῶν ἐπελθόντων τῇ ἀθλίᾳ τῶν Ἰουδαίων συναγωγῇ, σπουδαστέον ἡμ̣ῖν ἔστω τοῖς πιστεύσασι τῷ Σωτῆρι ἐλαία κατάκαρπος γενέσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ καὶ πρὸς ἀνατολὴν ἐν τῷ ὄρει τῶν ἐλαιῶν, ἵνα καὶ εἰς τὸν θεῖον παράδεισον χάριτι Θεοῦ μετατεθῶμεν, μιμηταὶ γινόμενοι τοῦ Χριστοῦ, περὶ οὗ γέγραπται· «Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ.» 5.50 Zach. XIV, 4–5: Καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βορρᾶν̣ καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον. Καὶ ἐμφραχθήσεται φάραγξ ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ἀσαὴλ καθὼς ἐνεφράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα. 5.51 Τὸ ἥμισυ, φησίν, τοῦ ὄρους–τῶν ἐλαιῶν δηλονότι– κλιθήσεται πρὸς βορρᾶν τοῦ ἀποκλίνοντος εἰς τὴν θάλασσαν καὶ τὸ χάος, τοῦ λοιποῦ ἡμίσεως πρὸς τὸν νότον φθάσαντος. 5.52 Τίς ὁ βορρᾶς καὶ ὁ νότος, ἐκ τοῦ Ἄισματος τῶν Ἀισμάτων ἔστι μαθεῖν, τῆς νυμφοστοληθείσης Ἐκκλησίας τῷ ἑαυτῆς νυμφίῳ λεγούσης· «Ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου καὶ ῥευσάτωσαν ἀρώματά μου.» 5.53 Βορέας ἐν τούτοις ἡ πονηρὰ δύναμις, μᾶλλον δὲ αὐτὸς ὁ Σατανᾶς, νότος δ' ὁ Σωτὴρ αὐτὸς ὢν ὁ νυμφίος προσαγορεύεται. Ἐπεὶ τοίνυν, παρόντος τοῦ ἀποδοθέντος βορέα ψυχροτάτου ὄντος, ἡ ῥοὴ τῶν θείων ἀρωμάτων κωλύεται, μυο´̣ντων τῶν πόρων διὰ τὸ πεπυκνῶσθαι ἐκ τῆς ψυχρότητος τοῦ βορέα καὶ σκληροῦ τυγχάνοντος, ἐλαύνει τοῦτον ἀφ' ἑαυτῆς ἡ νύμφη καὶ τὸν νότον προσκαλεῖται, ἵνα, τῇ θέρμῃ αὐτοῦ ἀραιωθέντων τῶν νοητῶν πόρων, ῥεύσῃ τὰ ἀρώματα περὶ ὧν εἴρηται πρὸς τὸν νυμφίον πρὸς τῆς πνευματικῆς συζύγου· «Ὀσμ̣ὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα.» Θέρμην ἔχειν καὶ ὀσφραντικὸν εἶπον τὸν 151 νότον, μαθὼν ὅτι ····· ὑπάρχει καὶ πῦρ ἦλθεν βαλεῖν ἐπὶ τὴν γῆν, ὡς αὐτὸς ἀπήγγ̣ει̣λε φήσας· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν καὶ εἴθε ἤδη ἀνήφθη.» 5.54 Λεκτέον τό· «Ἐξεγείρου, β̣ορρᾶ», οὐ φωνῇ μόνῃ ἀλλὰ πραγματικῶς, ἵν' ἐκπεμφθῇ μακράν. Πράγμασιν δὲ λέγει· «Ἐξεγείρου, βορρᾶ», ἡ πιστὴ ψυχὴ τῷ λέγοντι διδασκάλῳ· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν», καὶ τῷ γράψ̣αντι Ἀποστόλῳ πρὸς ὅλην Ἐκκλησίαν· «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε», τῆς ἀποχῆς παντὸς εἴδους πονηροῦ καὶ τῆς ἀπὸ τοῦ κακοῦ ἐκκλίσεως ἐλαυνούσης τὸν βορέαν, προτρεπομένης ἐλθεῖν τὸν νότον διὰ τοῦ συνεγγίσαι αὐτῷ εὐσεβεῖ πίστει καὶ ἠθικῇ ἀρετῇ. Οὕτω γὰρ καθαρθεῖσιν τοῖς οὕτως ἀρεσκευομένοις ἔρχεται ὁ τῶν πάντων ἀγαθῶν χορηγός, ὡς ἔγραψεν ὁ θεολόγος Ἰάκωβος· «Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν.» 5.55 Ἡ πόθον τῆς παρουσίας αὐτοῦ ἔχουσα, παραπλήσιον τῷ· «Ἔρχου, νότε», ἐν αὐτῷ τῷ ἐπιθαλαμίῳ δράματι φάσκει· «Ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν.» Ἰσοδυναμεῖ τῷ· «Ἐξεγείρου, βορρᾶ, καὶ ἔρχου, νότε», τό· «Ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν, ἀντίστητε τῷ διαβόλῳ καὶ φεύξεται ἀφ' ὑμῶν», παντὸς καὶ μόνου τοῦ ἀνθισταμένου τῷ διαβόλῳ λέγοντος αὐτῷ· «Ἐξεγείρου, βορρᾶ», καὶ τοῦ ἐγγίζοντος τῷ Θεῷ παρακαλοῦντος ἥκειν πρὸς αὐτὸν τὸν νότον, τὸν Θεὸν Λόγον, περὶ οὗ ἐν τῇ ᾠδῇ τοῦ προφήτου Ἁμβακοὺμ κατά τινα τῶν ἑρμηνευτῶν φέρεται ἀντὶ τοῦ· «Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει», «Ὁ Θεὸς ἐκ τοῦ νότου ἥξει», ἐρχομένου τοῦ Πατρὸς ἐκ τοῦ νότου τοῦ νυμφίου, κ̣ατὰ τὸ ὑπ' αὐτοῦ ἐν τῷ Εὐαγγελίῳ λεχθέν· «Ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.» Ὅνπερ γὰρ τρόπον ὁ ὁρῶν αὐτὸν ὁρᾷ τὸν Πατέρα, οὕτως ὁ δεχόμενος αὐτὸν δέχεται τὸν ἐν αὐτῷ μένοντα Πατέρα ἐν ᾧ ἐστιν τὸ Μονογενὲς αὐτοῦ ······α̣. 5.56 Τί ἔσται κλίναντος πρὸς τὸν βορρᾶν καὶ τὸν νότον τοῦ σαφηνισθέντος ὄρους τῶν ἐλαιῶν, ἢ τὸ ἐμφραχθῆναι τὴν φάραγγα τῶν ὀρέων τοῦ Θεοῦ καὶ ἐγκολληθῆναι ἕως Ἀσαήλ. Οὐκ ἄλλως δὲ νοηθείη ἡ φάραγξ καὶ ἡ ἐγκόλλησις ἢ γνωσθέντος τίνα τὰ ὄρη̣ τοῦ Θεοῦ.

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.