Unit 35 rem mid
Rem mid: Unit 35; lemma continues; reading with the letter.
Greek
5.57 Ὄρη αὐτοῦ κατὰ ἀπόδοσιν μίαν λεχθεῖεν οἱ προφῆται διὰ προσ̣ὸν αὐτοῖς ὕψος οὐ μόνον γνώσεως καὶ σοφίας ἀλλὰ καὶ διάρματ̣ος πρακτικοῦ βίου. Περὶ τούτων γὰρ πρὸς τὸν τῶν ὅλων γενεσιάρχην ἀνεφθέγξατο ὁ ὑμνῳδός· «Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.» Πῶς γὰρ οὐκ αἰώνια ὄρη ἀφ' ὧν θαυμαστῶς φωτίζει Θεὸς τὴν γνῶσιν τῆς ἀληθείας καὶ ἁπαξαπλῶς τὴν περὶ τῆς Τριάδος καταλάμπων, οἱ τὰ μὴ βλεπόμενα αἰώνια ὄντα σκοποῦντες κατὰ τὴν ἀποστολικὴν προτροπήν; 5.58 Τούτων τῶν ὀρῶν φάραγξ ἐστὶν τὸ βάθος τῆς ἀσαφείας τῶν μετ' αἰνιγμοῦ εἰρημένων, ἥνπερ ἐνέφραξεν ὁ ἐληλυθὼς πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, ὁμαλίσας τῇ ἑαυτοῦ διδασκαλίᾳ καὶ παρουσίᾳ τὸ τραχὺ καὶ ἀνώμαλον ἔδαφος τῶν μετ' ἐπικρύψεως λελαλημένων, ἵν' εὐδιάβατον ἐκ τῆς λειότητος ὀφθῇ. 5.59 Τούτου γεγενημένου, ἐνεκολλήθη διὰ τῆς φανείσης συμφωνίας ἡ φάραγξ τῶν ὀρῶν ἕως τοῦ Ἀσαήλ, τοῦ διὰ ταχύτητα ποδωκείας «κούφου τοῖς ποσὶν» εἰρημένου κατὰ τὴν ὀξὺ καθορῶσαν δορκάδα· διορατικὸν γὰρ τὸ ζῷον τοῦτο ὡς αὐτὴ ἡ προσηγορία δηλοῖ ἀπὸ τοῦ δέρκειν εἰρημένη. ∆ιὸ ἕως Ἀσαὴλ ἡ προσκόλλησις τῶν ὀρῶν ἔσται, γινωσκομένη τοῖς διορατικοῖς. 5.60 Τῷ αὐτῷ δὲ τρ̣όπῳ ἡ ἔμφραξις τῶν ὀρῶν γέγονεν ὡς ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ, ὑπάρξαντος ἐν ταῖς ἡμέραις Ὀζίου, τοῦ βασιλέως Ἰούδα. Σεισμὸν̣ αἰσθητὸν οὐδαμῶς̣ ηὑρήκαμεν γενόμενον, βασιλεύοντος Ὀζίου, οὐδὲ ἐν ταῖς Βασιλείαις, οὐδὲ ἐν ταῖς Παραλειπομέναις· ὅθεν κατ' ἀναγωγὴν ἐκλημπτέον τὰ περὶ αὐτοῦ γεγραμμένα. 5.61 Καὶ ὅρα μὴ κλόνος γέγονε̣ν̣ ἐπὶ Ὀζίου ἐπισπᾶσαι εἰς ἑαυτὸν θέλοντος τὴν ἱερωσύνην. Ε̣ἰσελθὼν γὰρ εἰς τὸν τοῦ Θεοῦ ναόν, πλησιάσας τε τῷ ἁγίῳ θυσιαστηρίῳ, δι' ἑαυτοῦ καὶ οὐ διὰ τῶν ἱερέων ἐπιχειρεῖ θύειν. Τὴν παρ' ὁρισμὸν ταύτην τόλμαν ἐρρωμενέστατα̣ συγχῶν ὁ κατ' ἐφημερίαν ἱερεύς, 152 συμπνεόντων καὶ τῶν ἄλλων θεραπευτῶν φήσας· «Οὐ σοί, Ὀζία, τοῦ θυμιάσαι τῷ Κυρίῳ ἀλλ' ἢ τῶν ἱερέων», ἐφ' ᾧ δ̣υσχεράνας ἐξέτεινε τὴν χεῖρα μετὰ θυμοῦ ἐπὶ τῷ συλληφθῆναι ὑπὸ τῶν δορυφόρων τοὺς ἱερέας ἵνα αὐτοὺς κακώσῃ· ἀλλ' εὐθέως ἡ χεὶρ αὐτοῦ λελέπρωται, ὡς παραχρῆμα ἔξω τοῦ ναοῦ βαλέσθαι τὸν τύραννον, μιανθέντος τοῦ ἱεροῦ ὅσον ἐπὶ τῇ προπετείᾳ καὶ ὠμότητι αὐτοῦ σφετερίσασθαι θελήσαντος τὴν μὴ προσήκουσαν ἄλλῳ πρᾶξιν ἢ μόνοις τοῖς προσεδρεύουσι τῷ ναῷ ἱερεῦσιν. 5.62 Πρὸς τῷ ἀποτετευχέναι ᾧ εἰς ἑαυτὸν ἐπισπάσασθαι βεβούληται, καὶ τῶν ἔργων τῆς βασιλείας ἐκ τῆς ἀκαθάρτου λέπρας ἐνεποδίσθη, ἐκτελοῦντος αὐτὰ λοιπὸν τοῦ μέλλοντος διαδέξασθαι τὴν ἀρχὴν υἱοῦ αὐτοῦ. 5.63 Ἐν ταῖς ἡμέραις τοῦ ἐκ τῆς συγχύσεως σεισμοῦ, φάραγξ γέγονεν ἐγκολληθεῖσα τοῖς ὄρεσιν, ἐν ταῖς τοῦ Ἰούδα ἡμέραις, βασιλεύοντος Ὀζίου. 5.64 Ὁ νῦν δηλούμενος σεισμὸς κεῖται καὶ ἐν ἀρχῇ Ἀμὼς τοῦ προφήτου· «Λόγοι γάρ, φησίν, Ἀμώς, οἱ γενάμενοι ἐκ Θεκουέ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου», σεισμοῦ λεγομένου ἐνταῦθα, κατὰ περιφερομένην παράδοσιν ἰουδαϊκήν, τῆς φανείσης ὀπτασίας τῷ Ἠσαΐᾳ, περὶ ἧς οὕτω γέγραπται· «Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφὶμ̣ εἱστήκεισαν κύκλῳ αὐτ̣οῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί», καὶ μετ' ὀλίγα· «Καὶ ἐκέκραγεν ὁ ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος ἅγιος ἅγιος Κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.» 5.65 Πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης τοῦ Θεοῦ γέγονεν τεθνηκότος τοῦ Ὀζίου μεθ' ἣν ἔπραξεν παρανομίαν. Πῶς γὰρ οὐ κλόνος μεταβολῆς εἰς τὸ κρεῖττον γέγονεν ὀφθέντος Θεοῦ ὅπως πληρωθῇ τῆς δόξης αὐτοῦ ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ ἀφαίρεσις γένηται τῶν ἀνομιῶν τοῦ κατανυγέντος ἐν τῷ ἑωρακέναι τὴν θείαν ὀπτασίαν καὶ ἄφεσις τῶν ἁμαρτημάτων τοῦ λαοῦ παντός; 5.66 Ἐν ταῖς ἡμέραις τοῦ θανάτου Ὀζίου τοῦ βαραθρῶσαι θελήσαντος τοὺς θείους νόμους, σφετερίσασθαι θελήσαντος τὴν μὴ προσήκουσαν αὐτῷ ἱερατικὴν λειτουργίαν, ἐνεκολλήθη ἣν ἐκαινοτόμησεν διάσχισιν τῶν νόμων, πάλιν τοῦ ἱερέως ἀκωλύτως τὰ ἴδια ἐν τῷ ναῷ ἐκτελοῦντος καὶ τοῦ βασιλέως τὴν τῶν ἀρχομένων προστασίαν περιέποντος οὐκ ἐφαπτομένου τῶν ἱερατικῶν ἔτι διὰ τὸ μὴ αὐτῷ ἀνακεῖσθαι τὴν τῶν ἱερέων θεραπείαν. 5.67 Ἢ τὸ Ἀσαὴλ ἐνταῦθα ὄνομα τόπου ἐστίν, ὁ τοὺς τόπους τῆς Ἰουδαίας περιαθρήσας ἀποφηνάσθω, τὸ δοκοῦν ἀκριβές τι κατειληφώς. 5.68 Zach. XIV, 5–7: Καὶ ἥξει Κύριος ὁ Θεός μου καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς. Καὶ ψύχη καὶ πάγος ἔσται μίαν ἡμέραν.
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.