Commentarii in Zacchariam · §u37-rem-early

Unit 37 rem early

Rem early: Unit 37; lemma and argument toward the thesis.

Greek

ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον.» 5.128 Καταλλήλως τῇ ἀποδοθείσῃ θεωρίᾳ ἐκλαβεῖν πειρατέον τὸ λεχθὲν ἐν τῷ Εὐαγγελίῳ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν, οὕτω προενεχθέν· «Εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέπ̣οντες βλέψωσιν καὶ οἱ βλέποντες τ̣υφλοὶ γένωνται.» Τῶν γὰρ ἁμαρτητικῶς ὁρώντων ὀφθαλμῶν στερεθέντω̣ν̣ τοῦ κακῶς βλέπ̣ειν, ὀμμ̣άτω̣σις ἔσται ἐπὶ τῷ ὀρθῶς καὶ ὁσίως ὁρᾶν. 5.129 ∆υνατὸν καὶ ἑτέρᾳ νοήσει ἐπιβαλεῖν τῷ Εὐαγγελι´̣ῳ. Ἐπεὶ ἀπιστοῦντες οἱ Ἰουδαῖοι τῷ Κυρίῳ ἀσεβῶς ἐβλ̣ασφήμουν̣, ἥρμοζεν τυφλωθῆναι αὐτούς, κατὰ τὸ ἐν προφήτῃ λεχθέν· «Ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ», οἱ ψευδῶς ἐπαγγελλόμενοι δουλεύειν αὐτῷ· οὗ συμβάντος, ἀνέβλεψαν οἱ ἀπὸ τῶν ἐθνῶν εἰς πίστιν κληθέντες, ἐληλυθότος τοῦ φήσαντος· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοὺς ἀπέστ̣αλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», φωτίσας αὐτοὺς σοφίᾳ τῇ ἑαυτοῦ, κατὰ τὸ γεγραμμένον· «Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ.» 5.130 Ἐπ' αὐτὸ ληπτέον καὶ τὸ ἐν Ψαλμοῖς ἀπαγγελθέν· «Κύριος σοφοῖ τυφλούς», ἵνα μηκέτι τυφλοὶ ἀλλ' ὀξὺ κα̣θορῶντες ἀποδειχθῶσιν, ἐμποδισθέντων τῶν πονηρῶς ὁρώντων ὀφθαλμῶν ἐκπεπτωκότων ἐκ τῶν ὀπῶν ἑαυτῶν, ἵν' ἀντεισαχθῶσιν ἀντίοι εἰς τὰς αὐτὰς ὄπας– αὗται δ' εἰσὶν αἱ φυσικαὶ ἔννοιαι–οἱ τὸν Θεὸν ὁρῶντες ὀφθαλμοί. Τούτους τοὺς ὀφθαλμοὺς πρὸς αὐτὸν αἴρει ὁ ἄνθρωπος ὡσαύτως τῷ λέγοντι· «Πρὸς σὲ ἦρα τ̣οὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.» 5.131 Τακεισῶν τῶν σαρκῶν ὧν τὸ φρόνημα ἔχθρα εἰς τὸν Θεὸν καὶ τῶν ἀσεβῶς ὁρώντων τῶν ὀφθαλμῶν ῥυέντων ἐκ τῶν ἡρμηνευμένων ὀπῶν, ἐπὶ τὸ ἀποδειχθῆναι τοὺς ὀξὺ καθορῶντας, περὶ ὧν ὁ Ἀπόστολος γράφει τὴν ἔχουσαν λέξιν οὕτως· «Πεφωτισμένοι τοὺς ὀφθαλμοὺς τῆς καρδίας», ἁρμονίως εἴρηται καὶ τὴν γλῶσσαν τακῆναι ἐν τῷ στόματι τῶν ἐχόντων δολερὸν καὶ περὶ ὑλικῶν πραγμάτων λόγον, ἵνα ὑπαρχθῇ τὸ λεγόμ̣ενον ὑπὸ τοῦ σοφοῦ τῷ δεσπ̣ότῃ τῶν ὅλων· «Ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου μόνου.» 5.132 Zach. XIV, 13–14: Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις Κυρίου ἐπ' αὐτοὺς μεγάλη, καὶ ἐπιλήμψεται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ. Καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ. Καὶ ὁ Ἰούδας παρατάξεται ἐν Ἰερουσαλὴμ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόθεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆθος σ̣φόδρα. 5.133 Ἐν τῇ ἡμέρᾳ ἐν ᾑ῀̣ κατωρθώθη ἃ ἐδίδαξεν ὁ προφήτης, ἔκστασις Κυρίου ἐπ' αὐτοὺς μεγάλη, τοῦ Κυρίου παρασχόντος αὐτήν, τῆς ἐκστάσεως ἐνταῦθα τὸν θαυμασμὸν δη̣λούσης διὰ τὴν παρακοπὴν καὶ παραφροσύνην. Ἐν μὲν γὰρ τῷ προφήτῃ Ὠσῆε τὸ γεγραμμένον· «Ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν καὶ ∆αυὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ», θαυ̣μασμὸν δηλοῖ, ἤ, ὥς τινες εἶπον, θαυμασιότητα. 5.134 Τῆς αὐτῆς νοήσεως 160 ὑπάρχει καὶ τὸ ὑπὸ τοῦ Ἁμβακοὺμ γεγραμμένον· «Κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.» Τὴν οὕτω ἡρμηνευμένην ἔκστασιν γεγονέναι παρὰ Κυρίου ἐπὶ τοὺς εὐεργετουμένους̣ μεμεγεθυσμένην ὁ προφήτης φησίν. 5.135 Οὗ συμβάντος, «παρατάξεται ὁ Ἰούδας ἐν τῇ Ἰερουσαλήμ», περὶ οὗ εἴρηται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου», ὁ ὑπὲρ πάντων ἐξομολογούμενος Ἰούδας. Παρατάσσεται δὲ ὁ μεταλαμβανόμενος Ἰούδας ἐξομολογούμενος ἐν τῇ ἀληθινῇ Ἰερουσαλήμ, ἐν ᾗ «ὁ κατοικῶν οὐ σαλεύεται εἰς τὸν αἰῶνα», ἵνα συναγάγῃ κυκλόθεν τὴν ἰσχὺν πάντων τῶν λαῶν, χρυσίον καὶ ἀργύριον καὶ πλῆθος ἱματίων, οὖσαν σφόδρα. 5.136 Πολλάκις σεσαφήνισται καὶ ἐν ἄλλαις θεοπνεύστοις γραφαῖς καὶ τῷ εἰς ἐξέτασιν προκειμένῳ προ̣φήτῃ σημαίνεσθαι τὸν νοῦν τὸν πεφωτισμένον τῇ σημασίᾳ τοῦ χρυσοῦ καὶ τὸν συνετὸν καὶ ἠκριβωμένον λόγον τῇ τοῦ ἀργυρίου προσηγορίᾳ. Ὅθεν προσήκει καταλλήλως τῷ χρυ̣σῷ καὶ ἀργυρίῳ καὶ τὰ ἱμάτια ἐφαρμόσαι, ὧν μέγα τὸ πλ̣ῆθος ὁ ἁ´̣γιος Ἰούδας συνῆξεν κυκλόθεν ἀπὸ πάντων̣ τῶν λαῶν̣, του῀̣τ' ἔστιν πάντων τῶν πεπιστευκότων ἐξ ἐθνῶν. 5.137 Ἱματισμὸς δὲ καὶ ἱμάτια κατὰ θείαν ἀναγωγη`̣ν̣ αἱ κατ' εἰ῀̣δ̣ος ἀρετ̣αὶ τυγχάνουσιν καὶ αἱ κατ' αὐτὰς ἐπιτελούμεναι πράξεις, καὶ τὰ δόγματα τῆς εὐσεβείας καὶ τὰ τη῀̣ς ἀληθείας μυστήρια. Τούτοις τοῖς ἀμφίοις ἐγκαλύπτεται ···· η῾̣ Χριστοῦ νύμφη, Ἐκκλησία οὖσα, καὶ βασιλίς, ὡς ἐν τετταρακοστῷ καὶ τετάρτῳ Ψαλμῷ ᾄδεται· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη», καὶ προσέτι· «Ἐν κροσσωτοῖς

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.