Unit 37 rem close
Rem CLOSEOUT: Unit 37 CLOSEOUT.
Greek
σάρκα Ἰσραηλιτῶν καμήλων τυγχανόντων δι̣α`̣ τ̣ο`̣ πῂ μὲν ἔχει̣ν̣ τὸ τεκμήριον τῶν καθαρῶν, πῂ δὲ τῶν ἀκαθάρτων, οἱ εἰδωλολάτραι ὄντες ἀκάθαρτοι ὄνο̣ι εἰσὶν ἀχαλίνωτοι καὶ κάτω νενευκότες, ὀγκητικοὶ ὄντες διὰ τὸ ἀνόητον καὶ ἄλογον. Καὶ ἐπεὶ οὗτοι παρ' ἑαυτοὺς εἰς ταύτην ἦλθον τὴν κατάστασιν, δυνατῶς ἔχουσιν πεσεῖν α᾿̣π' αὐτῆς, ἵνα ἀναστάντες ἀγαλματοφοροῦντες πάλιν εἰσέλθωσιν εἰς τὴν ἀποδοθεῖσαν πολλάκις πνευματικὴν Ἰερουσαλήμ. 5.150 Ὅτε μὲν γὰρ δεδεμένη ἦν ἡ ὄνος τῷ μετ' αὐτῆς πώλῳ εἰς τὴν κατέναντι κώμην, δηλαδὴ εἰς τὸ κ̣αταντικρὺ τοῦ παραδείσου ὅπου ἐκβέβλη̣ται ὁ παραβὰς τὴν Θεοῦ ἐντολὴν ἄνθρωπος, ἀχθοφόρος ἦν καὶ πολλὴν ἄνοιαν καὶ ἀλογίαν ἔχουσα, ὅτε δὲ ἐπέβη αὐτῇ ὁ Ἰησοῦς ἵν' ἀγαλματοφορούμενος εἰς τὴν Ἰερουσαλὴμ εἰσέλθῃ, μεταβαίνει ἐξ ὄνου εἰς λογικὸν σχῆμα τοῦ λόγου ὡς λεχθῆναι περι`̣ τοῦ Σωτῆρος ὅτι «δεσμεύει πρὸς ἄμπελ̣ον τὴν ὄνον». 5.151 Γέγονε δὲ τοῦτο ὅτ' ἔκτισεν τὸν Ἕλληνα καὶ Ἰουδαῖον εἰς ἔνα καινὸν ἄνθρωπον. Ἄμπελος μὲν γ̣α`̣ρ̣ ἦν ὁ ἐκ περιτομῆς λαός, περὶ οὗ εἴρηται πρὸς τὸν Θεόν· «Ἄμ̣πελον̣ ἐξ Αἰγύπτου μετήρας, καὶ ἐξέβαλας ἔθνη καὶ κατεφύτευσας αὐτήν», πρὸς ἣν ὁ φυτουργὸς εἶπεν· «Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν̣.» 5.152 Πρὸς το̣ιαύτην ἔδησεν τὸν ἀπὸ τῶν ἐθνῶν λαόν, ἀνόητον ὄντα πρὸ τῆς κλήσεως καὶ πῶλον διὰ τὸ ἄρτι κεκλῆσθαι. 5.153 Ἐπίστησον εἰ καὶ κατὰ θεωρίαν ἄλλην πρὸς ἑαυτὸν ἄμπελον ὄντα ἀληθινὴν συνήγαγεν καὶ ἔδησεν τὸ τῶν ἀνθρώπων γένος, ἵν' ἀπο ········· κτι̣····η τρόπον τῇ ἀμπέλῳ πλησιᾶσαν ω········· ······νεσθαι τῆς δεσμεύσεως ταύτης μ········ς̣· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν Πνεῦμά 162 ἐστιν.» 5.154 Ὁμοίως τοῖς εἰρημένοις ἵπποις, ἡμιόνοις καὶ τοῖς λοιποῖς ὅσοι ἐκ τῶν παρ̣εμ̣βολῶν ἐκείνων, τὴν αὐτὴν μεταβολὴν σχο̣···· ἡμερούμενα καὶ εἰς λογιότητα ἀγόμενα. «Κατὰ τὴν πτῶσιν ταύτην» φησίν, δηλαδὴ τὴν ἡρμηνευμένην. 5.155 Zach. XIV, 16: Καὶ ἐ´̣σται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ε᾿̣θνῶν τῶν ἐλθόντων ἐπὶ Ἰερουσαλήμ, καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 5.156 Οἱ καταλειφθέντες ἀπὸ πάντων τῶν ἐθνῶν προσαναστήσαντές τε και`̣ προσε̣ληλυθότες αὐτῇ κατ' ἐνιαυτὸν ἀναβαίνουσιν προσκυνεῖν τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι ἐν τῷ καιρῷ ἑορτῆς τῆς̣ καλουμένης σκηνοπηγίας, ἣν Ἰουδαῖοι μὲν πρ̣ὸς ἱστορίαν καὶ ῥητὸν ἐκτελοῦσιν, τῶν δικαίων ἀνδρ̣ῶν καὶ ταύτην ὥσπερ καὶ τὰς ἄλλας ε῾̣ορτὰς ἀγυριζόντων. 5.157 Καὶ πρῶτόν γε τὸ ῥητὸν ἴδωμεν ἵνα σύνοπτον καὶ π̣ρὸς ἀλληγορ̣ίαν γένηται. 5.158 Ἔξω τῆς Αἰγύπτου γενάμενος τῶν Ἑβραίων λαός, διαιρεθείσης τῆς Ἐρυθρᾶς θαλάσσης καὶ Φαραὼ καὶ πάσης αὐτοῦ τῆς στρατιᾶς καταποντισθέντων, ου᾿̣κ εὐθέως ἐπὶ τὴν ἁγίαν γῆν ἡ μετάθεσις τῶν βοηθηθέντων ὑπὸ Θεοῦ γέγονεν, ὡς ὅλους τεσσεράκοντα ἐνιαυτοὺς ἐν τῇ ἐρήμῳ διηγιοχέναι, ἔνθα οὔτε πόλις, οὐ κώμη, οὐκ οἰκίαι ἦσαν· καὶ ἐπεὶ οὐ δυνατὸν ἦν πάντη ἀοίκους εἶναι τοὺς μέλλοντα̣ς περ̣α῀̣σ̣αι εἰς τὴν ἁγίαν γῆν, σκηνὰς ἤγειρον πρὸσ σκέπην καὶ κατοίκη̣σιν οἱ τὴν Αἴγυπτον ἐξελθόντες, ἵν̣α καὶ οὕτω̣ μνήμην ἔχωσιν τῆς ὑπαρξάσης εὐεργεσίας κατ' ἐνιαυτὸν σκηνῶν ἐγειρομένων. 5.159 Τῆς σπουδῆς ταύτης μαρτυρία ἔγγυος ὁ δοθείς ἐστι νόμος. Φησὶν γάρ· «Ἐάν σε ἐρωτ̣ήσῃ ὁ υἱός σου αὔριον λέγων· Τί αἱ σκηναὶ αὗται; ἐρεῖς αὐτῷ· Ἐν πολλῷ χρόνῳ παροικήσαντας ἡμᾶς ἐν τῇ Αἰγύπ̣τῳ, ἤγαγεν ὁ Θεὸς ἀπ' αὐτῆς εἰς τὴν ἔρημον ταύτη̣ν, καὶ διὰ τοῦτο τὰς σκηνὰς ἁγίας ἐγείρομεν, ἵν' ὁρωμένων αὐτῶν κατ' ἐνιαυτὸν μηδαμῶς λήθη γένηται τῆς ἀγα̣θῆς δωρεᾶς.» 5.160 Πῶς δὲ ἐπετελεῖτο καὶ πότε ἡ τῶν σκηνῶν ἑορτὴ λεκτέον. «Τῷ ἑβδόμῳ, φησίν, μηνί, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ, καρπὸν ὡραῖον ξύλο̣υ λάβε̣τε καὶ κάλλυνθρα φοιν̣ίκων καὶ κλάδους δασεῖς καὶ κλάδους ἰτέας καὶ ἄγνου ἐκ χειμάρρου τοῦ εὐφρανθῆναι.» 5.161 Τί δὲ του῀̣τ̣' ἂν δηλοῖ ἕκαστον πρὸς ἀναγωγὴν ἀκόλουθον εἰπεῖν. 5.162 ῾Η̣ κατὰ ἀρετὴν καὶ σοφίαν προκοπὴ σκηνὴ προσαγορεύε̣ται, ο῾̣δευόντων οὖσα̣ σκ̣επαστήριον. ∆ηλοῦται ἡ θεωρία ἐν πρώτῳ καὶ τεσσαρακοστῷ Ψαλμῷ, τοῦ σπεύδοντος ἐπὶ τὸν Θεοῦ οἶκον λέγοντος· «∆ιελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ.» Σκηνῆς γὰρ τόπου καὶ προκοπῆς χρεία θαυμαστῆς τῷ διερχομένῳ ἐπὶ τὸν Θεου῀̣ οἶκον, κατοικοῦντος ἀλλ' οὐ σκηνοῦντος ἔτι τοῦ μετὰ πολλὴν προκοπὴν εἰς τὸ τέλος ἐφθακότος, ὡς εἰπεῖν ἱλαρᾷ διαθέσει·
About this text
Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.