Commentarii in Zacchariam · §u37-rem-mid

Unit 37 rem mid

Rem mid: Unit 37; lemma continues; reading with the letter.

Greek

χρυσοῖς περιβεβλημένη πεποικιλμένοις.» 5.138 Μὴ γὰρ ἐπὶ τοσοῦτον ἡ διάνοια τυφλωθείη ὡς νομίσαι περὶ ἐσθημάτων σωματικῶν διδάσκειν τὸ ἅγιον Πνεῦμα, ἀλλὰ περὶ ἱματίων ἐπόντων καὶ κοσμούντων τὸν ἔσω ἄνθρωπον, περὶ ὧν ἐν Ἐκκλησιαστῇ γέγραπται προστακτικῶς· «Ἐν παντὶ καιρῷ λευκὰ ἔστωσαν τὰ ἱμάτιά σο̣υ», ἃ αὐτὸς ὁ Θεὸς ἀμφιέννυσιν καὶ ἐνδιδύσκει τὴν εὐχαριστητικῶς λέγουσαν ψυχήν· «Ἀγαλλιῶμαι ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσεν γάρ με ἱματισμὸν σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» 5.139 Πρὸς τὴν οὕτω ἐναβρυνομένην ἐπὶ κόσμῳ ἐσθημάτων, ὁ παρασχὼν αὐτῇ αὐτὰ νυμφίος φησίν· «Ἐνέδυσά σε τρίχαπτα καὶ βύσσινα», τρίχαπτα καλῶν τ̣ὰ ἐξ ἰσχνοτ̣άτων̣ καὶ λεπτῶν νοημάτων καὶ ἔργων ὑφ̣ανθέντα ··· β̣ύσσινα δέ ἐστιν τὰ ἐκ τῶν αἰσθητῶν πράξεών τε καὶ λόγων συμπλακέντα, τῆς βύσσου ἐκ τῆς γῆς φυομένης, ὡς κατὰ τοῦτο το̣ῖς αἰσθ̣ητοῖς παραβάλλεσθαι. 5.140 Συναγαγὼν ὁ Ἰούδας παραταξόμενος ἐν τῇ ὁρώσῃ τὴν εἰρήνην νοητῇ Ἰερουσαλὴμ τὴν ἰσχὺν τῶν λαῶν κυκλόθεν, συνήγαγεν τὰ νοητὰ τῶν λαῶν κειμήλια ὑπάρχοντα χρυσίον, ἀργύριον, πλῆθος ἱματίων σφόδρα, νοῦν δηλονότι καὶ λόγον κατὰ τὰ ἡρμηνευμένα κατ' ἀναγωγὴν καὶ τὸν ἀποδοθέντα ἱματισμὸν εἰς πλῆθος σφόδρα συνηγμένον. Αὐτάρκως εἰς τὸ παρὸν ῥητὸν γεναμένης σαφηνείας, τὰ ἑξῆς αὐτῷ ἐκθώμεθα. 5.141 Zach. XIV, 15: Καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλ̣ων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην. 5.142 Ὥσπερ τὰ ἑστηκότα κακῶς ἔθνη πεσόντα μακαρίως 5.142 καὶ ἐπαινετῶς ἀνέστ̣η, ὡς ἀρτίως ἡρμηνεύθη, οὕτως οἱ κατ' ἀλληγορίαν ἵπποι, ἡμίονοι, κάμηλοι, ὄνοι, πεσόντες ἀπὸ τῆς στάσεως ἧς εἰσιν τοιοῦτοι, σωτηριωδῶς ἀν̣αστήσονται ἐπὶ ἰδίῳ καλῷ. 5.143 Οἱ γὰρ θηλυμανεῖς ἵπποι γενόμενοι τῷ χρεμετίζειν ἐπὶ τὰς τοῦ πλησίον γαμετάς, πεπτώκασιν ἀπὸ τοῦ φιληδ̣όνου πάθους καὶ μοιχικῆς καταστάσεως, ἵν' ἀναστῶσιν εἰς ἐπαινετὴν ἀνέγερσιν, περὶ ἧς Ἰησοῦς τοῖς παιδευομένοις εἶπεν· «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν», καὶ πρὸς τὴν ἀπὸ τῶν ἐθνῶν̣ Ἐκκλησίαν γενομένην αὐτοῦ νύμφην βοᾷ· «Ἀνάστα ἐλθέ, ἡ πλησίον μου.» Τῆς νοήσεως ταύτης τυγχάνει τὸ ἀποστολικὸν ἔχον ὧδε· «Ἔγειρε, ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» 161 5.144 Παραπλησίως τῇ πτώσει τῶν ἵππων καὶ οἱ ἡμίονοι πεσοῦνται, διὰ στείρωσιν ψυχῆς οὕτω κ̣αλούμενοι. Περὶ ἀμφοτέρων τούτων τῶν ζῴων, τοῖς ἀνθρώποις ὁ θεῖός φησιν λόγος· «Μὴ γίνεσθε ὡς ἵππ̣ος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.» Ὥσπερ δὲ ἵπποι καλοῦνται οἱ γ̣υναιμανεῖς καὶ πολύκοινοι, οὕτως ἡμίονος ῥηθείη ἂν ἀλληγορικῶς ἡ ἄφθορον ἔχουσα τὸ σῶμα παρθένος, μὴ μὴν ἁγία οὖσα τῷ πνεύματι. ∆ιὰ τὴν τοιαύτην στείρωσιν καὶ ὁ εὐνουχισθεὶς οὐ διὰ τὴν βασιλείαν τῶν οὐραν̣ῶν, ἀλλ' ἀρεσκείας τῆς πρὸς ἀνθρώπους ἕνεκα, ἡμίονος κέκλητ̣αι. 5.145 Μετὰ τὴν πτῶσιν, οἱ ἀποδοθέντες ἵπποι καὶ ἡμίονοι ἀναστάντες ὀχούμενον ἐπ' αὐτοὺς ἕξουσιν τὸν πρὸς ὃν εἶπον οἱ ἅγιοι· «Ἐπίβηθι ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σ̣ου σωτηρία.» Ὡσαύτως καὶ ὁ ἡμίονος τὴν ἑρμηνευθεῖσαν μεταβολὴν σχὼν ἕξει τὸν ∆αυίδ, τὸν Σωτῆρά φημι, ἐφεζόμενον καὶ ὀχούμενον βασιλικῶς. 5.146 Τῷ ἀποδοθέντι τρόπ̣ῳ ἐκπεσοῦνται καὶ ἀναστήσονται οἱ κάμ̣ηλοι καὶ οἱ ὄνοι καὶ πάντα τὰ ἄλλα κτήνη τυγχάνοντα ἐν ταῖς̣ π̣αρεμβολαῖς ἐκείναις, ταῖς καταλλήλοις δηλονότι. Κατὰ τὴν πτῶσιν τῶν ἵππων καὶ τῶν ἐφεξῆς λεγομένων, κάμηλοι τυγχάνουσιν κατὰ τροπολογίαν οἱ ἄνθρωποι οἱ μελετῶντες δῆθεν τὸν θεῖον νόμον, ἄνευ τοῦ δ̣ιαστε´̣λ̣λειν τὸ πρακτέον καὶ μὴ πρακτέον. 5.147 Ἠμὲν γὰρ ἀνάγουσιν μηρυκισμὸν «λεπτύνοντες» καὶ λεαίνοντες «ὡς χνοῦν» τὴν προκαταβεβλημένην τροφὴν μελετητικοὺς τοῦ νόμου αἴροντες λόγους, ἠδὲ οὐ διχηλοῦσιν ὁπλὴν οὐδὲ ὀνυχίζουσιν ὀνυχιστῆρα, ἀκάθαρτοι τυγχάνουσιν, οὐ διαστέλλοντες τὸ πρακτέον ἀπὸ τοῦ μὴ τοιούτου. 5.148 Τοιοῦτοι τυγχάνουσιν οἱ κατὰ σάρκα Ἰουδαῖοι, οὐ διαιροῦντες ἀπὸ τοῦ γράμματος τὸ πνεῦμα, ἀπὸ τῆς σκιᾶς τὴν ἀλ̣ήθειαν, ἀλλ' οὐδ' ἀπὸ τῶν ἐναρέτω̣ς τελουμένων καὶ κατὰ κακίαν ἐνεργούμενα, ὅθεν το´̣· Νομίζονται ὡς «ἁμαρ̣τωλὸν ἔθνος καὶ λαὸς πλήρης ἁμαρτιῶν», οὐκ αὐτάρκως ὄντος πρὸς καθαρότητα τοῦ κενῶς, τοῦτ' ἔστιν ματαίως μελετᾶν, κατὰ τὸ περὶ αὐτῶν εἰρημένον· «Λαοὶ ἐμελέτησαν κενά.» Ἔξω γὰρ γενάμενο̣ι τῆς μαθήσε̣ως τοῦ «γ̣εννήσαντος αὐτοὺς καὶ ὑψώσαντος», ἤκουσαν πάντες ὡς εἷς· «Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς.» 5.149 Τῶν κατὰ

About this text

Didymus the Blind, Commentarii in Zacchariam (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Zacchariam — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.